Tools
Commentary

Revelation 20 — SRG

See Hebrew/Greek in BSB →

20Verse 1Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.Verse 2Καὶ ἐκράτησεν*⸂τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον,⸃ ὅς ἐστιν*⸂2διάβολος καὶ ὁ Σατανᾶς,⸃*⸋ὁ πλανῶν τὴν οἰκουμένην ὅλην,⸌ καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,Verse 3καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν*⸆ καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ*⸂πλανᾷ⸃*⸉ἔτι τὰ ἔθνη,⸊ ἄχρι τελεσθῇ τὰ χίλια ἔτη·*⸋καὶ⸌ μετὰ ταῦτα δεῖ*⸉2αὐτὸν λυθῆναι⸊ μικρὸν χρόνον.Verse 4Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν*⸂τὸ θηρίον,*⸂2οὐδὲ⸃ τὴν εἰκόνα⸃ αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα*⸂3ἐπὶ τὸ μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν·⸃ καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ*⸋τοῦ⸌ χριστοῦ*⸋2τὰ⸌ χίλια ἔτη.Verse 5*⸂Καὶ οἱ⸃ λοιποὶ τῶν νεκρῶν οὐκ*⸂2ἔζησαν⸃*⸂3ἄχρι⸃ τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.Verse 6Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων*⸂ὁ δεύτερος θάνατος⸃ οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ*⸆ χίλια ἔτη.Verse 7Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,Verse 8καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς,*⸂τὸν Γὼγ καὶ τὸν Μαγώγ,⸃ συναγαγεῖν αὐτοὺς εἰς*⸋τὸν⸌ πόλεμον· ὧν ὁ ἀριθμὸς*⸆ ὡς ἡ ἄμμος τῆς θαλάσσης.Verse 9Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ*⸂ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,⸃ καὶ κατέφαγεν αὐτούς.Verse 10Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου*⸋καὶ⸌ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 11Καὶ εἶδον θρόνον*⸉μέγαν λευκόν,⸊ καὶ τὸν καθήμενον*⸂ἐπ᾽ αὐτόν,⸃ οὗ ἀπὸ*⸆ προσώπου ἔφυγεν*⸉2ἡ γῆ καὶ ὁ οὐρανός,⸊ καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.Verse 12Καὶ εἶδον τοὺς νεκρούς,*⸂τοὺς μεγάλους καὶ τοὺς μικρούς,⸃ ἑστῶτας ἐνώπιον τοῦ*⸂2θρόνου,⸃ καὶ βιβλία ἠνεῴχθησαν· καὶ*⸉ἄλλο βιβλίον⸊ ἠνεῴχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν.Verse 13Καὶ ἔδωκεν ἡ θάλασσα*⸂τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς·⸃ καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.Verse 14Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος*⸂ὁ θάνατος ὁ δεύτερός ἐστιν,⸃*⸋ἡ λίμνη τοῦ πυρός.⸌Verse 15Καὶ εἴ τις οὐχ εὑρέθη ἐν*⸂τῷ βιβλίῳ⸃ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?