Tools
Commentary

Revelation 19 — SRG

See Hebrew/Greek in BSB →

19Verse 1*⸆ Μετὰ ταῦτα ἤκουσα*⸂ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ⸃ ἐν τῷ οὐρανῷ,*⸂2λεγόντων,⸃ Ἁλληλούϊα·*⸂3ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα⸃*⸂4τοῦ θεοῦ ἡμῶν·⸃Verse 2ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις*⸂διέφθειρεν⸃ τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ*⸆ χειρὸς αὐτῆς.Verse 3Καὶ δεύτερον*⸂εἴρηκεν,⸃ Ἁλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Verse 4Καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ*⸂εἴκοσι τέσσαρες,⸃ καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ*⸂2τοῦ θρόνου,⸃ λέγοντες, Ἀμήν· Ἁλληλούϊα.Verse 5Καὶ φωνὴ*⸂ἀπὸ⸃ τοῦ θρόνου ἐξῆλθεν, λέγουσα, Αἰνεῖτε*⸂2τὸν θεὸν⸃ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ,*⸋καὶ⸌ οἱ φοβούμενοι αὐτόν,*⸂3οἱ μικροὶ καὶ οἱ μεγάλοι.⸃Verse 6Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν,*⸂λέγοντες,⸃ Ἁλληλούϊα· ὅτι ἐβασίλευσεν*⸂2κύριος ὁ θεὸς ἡμῶν⸃ ὁ παντοκράτωρ.Verse 7*⸂Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν⸃ τὴν δόξαν αὐτῷ· ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.Verse 8Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον*⸂λαμπρὸν καὶ καθαρόν·⸃ τὸ γὰρ βύσσινον τὰ δικαιώματα*⸉τῶν ἁγίων ἐστίν.⸊Verse 9Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ*⸉τοῦ θεοῦ εἰσιν.⸊Verse 10Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων*⸂τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ⸃ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.Verse 11Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν,*⸉καλούμενος πιστὸς⸊ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.Verse 12Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ*⸆ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων*⸋ὀνόματα γεγραμμένα καὶ⸌ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,Verse 13καὶ περιβεβλημένος ἱμάτιον*⸂βεβαμμένον⸃ αἵματι· καὶ*⸂2καλεῖται⸃ τὸ ὄνομα αὐτοῦ, Ὁ λόγος τοῦ θεοῦ.Verse 14Καὶ τὰ στρατεύματα*⸋τὰ⸌ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν*⸆ καθαρόν.Verse 15Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία*⸋δίστομος⸌ ὀξεῖα, ἵνα ἐν αὐτῇ*⸂πατάξῃ⸃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ*⸆ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος.Verse 16Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ*⸆ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.Verse 17Καὶ εἶδον*⸆ ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν*⸆2 φωνῇ μεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι,*⸂Δεῦτε, συνάχθητε⸃ εἰς*⸂2τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,⸃Verse 18ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽*⸂αὐτῶν,⸃ καὶ σάρκας πάντων,*⸂2ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.⸃Verse 19Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι*⸆ πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.Verse 20Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ*⸉ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης⸊ ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς*⸂τὴν καιομένην⸃ ἐν*⸆ θείῳ·Verse 21καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ*⸂ἐξελθούσῃ⸃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?