Mark 12 — SRG
12Verse 1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς*⸂λέγειν,⸃ Ἀμπελῶνα*⸉ἐφύτευσεν ἄνθρωπος,⸊ καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.Verse 2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ*⸂τοῦ καρποῦ⸃ τοῦ ἀμπελῶνος.Verse 3*⸂Οἱ δὲ λαβόντες αὐτὸν⸃ ἔδειραν, καὶ ἀπέστειλαν κενόν.Verse 4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον*⸋λιθοβολήσαντες⸌ ἐκεφαλαίωσαν, καὶ*⸂ἀπέστειλαν ἠτιμωμένον.⸃Verse 5Καὶ*⸋πάλιν⸌ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους,*⸂τοὺς μὲν δέροντες, τοὺς⸃ δὲ ἀποκτένοντες.Verse 6Ἔτι*⸋οὖν⸌*⸉ἕνα υἱὸν ἔχων ἀγαπητὸν*⸋2αὐτοῦ,⸊⸌ ἀπέστειλεν*⸋3καὶ⸌ αὐτὸν*⸉2πρὸς αὐτοὺς ἔσχατον,⸊ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.Verse 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ*⸉εἶπον πρὸς ἑαυτοὺς⸊ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.Verse 8Καὶ λαβόντες*⸉αὐτὸν ἀπέκτειναν,⸊ καὶ ἐξέβαλον*⸆ ἔξω τοῦ ἀμπελῶνος.Verse 9Τί*⸋οὖν⸌ ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.Verse 10Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·Verse 11παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;Verse 12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.Verse 13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.Verse 14*⸂Οἱ δὲ ἐλθόντες⸃ λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν*⸉κῆνσον Καίσαρι δοῦναι⸊ ἢ οὔ;Verse 15Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.Verse 16Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος.Verse 17*⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς⸃ εἶπεν*⸋αὐτοῖς,⸌*⸉Ἀπόδοτε τὰ Καίσαρος⸊ Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ*⸂2ἐθαύμασαν⸃ ἐπ᾽ αὐτῷ.Verse 18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ*⸂ἐπηρώτησαν⸃ αὐτόν, λέγοντες,Verse 19Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ*⸂τέκνα μὴ ἀφῇ,⸃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα*⸋αὐτοῦ,⸌ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ·Verse 20ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·Verse 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν,*⸂καὶ οὐδὲ αὐτὸς ἀφῆκεν⸃ σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως.Verse 22Καὶ*⸂ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ⸃ οὐκ ἀφῆκαν σπέρμα.*⸂2Ἐσχάτη⸃ πάντων*⸉ἀπέθανεν καὶ ἡ γυνή.⸊Verse 23Ἐν τῇ*⸆ ἀναστάσει,*⸂ὅταν ἀναστῶσιν,⸃ τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.Verse 24*⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,⸃ Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;Verse 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι*⸋οἱ⸌ ἐν τοῖς οὐρανοῖς.Verse 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ*⸂τοῦ⸃ βάτου,*⸂2ὡς⸃ εἶπεν αὐτῷ ὁ θεός, λέγων, Ἐγὼ*⸂3ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;⸃Verse 27Οὐκ ἔστιν*⸋ὁ⸌ θεὸς νεκρῶν, ἀλλὰ*⸋2θεὸς⸌ ζώντων·*⸋3ὑμεῖς οὖν⸌ πολὺ πλανᾶσθε.Verse 28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων,*⸂εἰδὼς⸃ ὅτι καλῶς*⸉αὐτοῖς ἀπεκρίθη,⸊ ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν*⸂2πρώτη πάντων ἐντολή;⸃Verse 29*⸂Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη⸃*⸋αὐτῷ⸌ ὅτι Πρώτη*⸂2πάντων⸃ τῶν ἐντολῶν,*⸆ Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς*⸂3ἡμῶν,⸃ κύριος εἷς ἐστίν·Verse 30καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης*⸋τῆς⸌ καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.*⸋2Αὕτη πρώτη ἐντολή.⸌Verse 31*⸋Καὶ⸌ δευτέρα*⸋2ὁμοία⸌ αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.Verse 32*⸋Καὶ⸌ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν,*⸆ καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·Verse 33καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης*⸋τῆς⸌ καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως,*⸋2καὶ ἐξ ὅλης τῆς ψυχῆς,⸌ καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν,*⸂πλεῖόν⸃ ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ*⸆ θυσιῶν.Verse 34Καὶ ὁ Ἰησοῦς ἰδὼν*⸋αὐτὸν⸌ ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.Verse 35Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱός*⸉ἐστιν Δαυίδ;⸊Verse 36Αὐτὸς*⸋γὰρ⸌ Δαυὶδ εἶπεν ἐν*⸂πνεύματι ἁγίῳ,⸃*⸂2Λέγει⸃*⸋2ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου*⸂3ὑποπόδιον⸃ τῶν ποδῶν σου.Verse 37Αὐτὸς*⸋οὖν⸌ Δαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν*⸉υἱὸς αὐτοῦ ἐστιν;⸊ Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.Verse 38Καὶ*⸂ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,⸃ Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,Verse 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·Verse 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.Verse 41Καὶ καθίσας*⸋ὁ Ἰησοῦς⸌*⸂κατέναντι⸃ τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι*⸂2ἔβαλλον⸃ πολλά.Verse 42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.Verse 43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ,*⸂λέγει⸃ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων*⸂2βέβληκεν⸃ τῶν*⸂3βαλλόντων⸃ εἰς τὸ γαζοφυλάκιον·Verse 44πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.