Tools
Commentary

Mark 11 — SRG

See Hebrew/Greek in BSB →

11Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ*⸂εὐθέως⸃ εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς*⸆ ἀνθρώπων*⸂2κεκάθικεν·⸃*⸂3λύσαντες αὐτὸν ἀγάγετε.⸃Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε,*⸋ὅτι⸌ Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ*⸂εὐθέως⸃ αὐτὸν*⸂2ἀποστέλλει⸃*⸆ ὧδε.*⸂Ἀπῆλθον δὲ⸃ καὶ εὗρον*⸆ πῶλον δεδεμένον πρὸς*⸋τὴν⸌ θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;Οἱ δὲ εἶπον αὐτοῖς καθὼς*⸂ἐνετείλατο⸃ ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.Καὶ*⸂ἤγαγον⸃ τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ*⸂2ἐπέβαλον⸃ αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽*⸂3αὐτῷ.⸃*⸂Πολλοὶ δὲ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στοιβάδας*⸂2ἔκοπτον ἐκ τῶν δένδρων,⸃*⸋καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.⸌Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον,*⸋λέγοντες,⸌ Ὡσαννά. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.Εὐλογημένη ἡ ἐρχομένη βασιλεία*⸋ἐν ὀνόματι κυρίου⸌ τοῦ πατρὸς ἡμῶν Δαυίδ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα*⸋ὁ Ἰησοῦς,⸌*⸋2καὶ⸌ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα,*⸂ὀψίας⸃ ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν.Καὶ ἰδὼν συκῆν*⸆ μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα*⸉εὑρήσει τι⸊ ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα·*⸂οὐ γὰρ ἦν καιρὸς⸃ σύκων.Καὶ ἀποκριθεὶς*⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτῇ, Μηκέτι*⸉ἐκ σοῦ εἰς τὸν αἰῶνα⸊ μηδεὶς καρπὸν*⸂φάγοι.⸃ Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν*⸋ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ*⸆ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν·καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.Καὶ ἐδίδασκεν,*⸂λέγων⸃*⸋αὐτοῖς,⸌ Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ*⸂2ἐποιήσατε⸃ αὐτὸν σπήλαιον λῃστῶν.Καὶ ἤκουσαν*⸉οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς,⸊ καὶ ἐζήτουν πῶς αὐτὸν*⸂ἀπολέσωσιν·⸃ ἐφοβοῦντο γὰρ αὐτόν,*⸂2ὅτι πᾶς⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.Καὶ*⸂ὅτε⸃ ὀψὲ ἐγένετο,*⸂2ἐξεπορεύετο⸃ ἔξω τῆς πόλεως.Καὶ*⸉πρωῒ παραπορευόμενοι,⸊ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.Καὶ ἀποκριθεὶς*⸋ὁ⸌ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν θεοῦ.Ἀμὴν*⸋γὰρ⸌ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ*⸂πιστεύσῃ⸃ ὅτι*⸂2ἃ⸃*⸂3λέγει⸃ γίνεται· ἔσται αὐτῷ*⸋2ὃ ἐὰν εἴπῃ.⸌Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα*⸂ἂν προσευχόμενοι αἰτῆσθε,⸃ πιστεύετε ὅτι*⸂2λαμβάνετε,⸃ καὶ ἔσται ὑμῖν.Καὶ ὅταν*⸂στήκητε⸃ προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.*⸋Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.⸌Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι,καὶ*⸂λέγουσιν⸃ αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;*⸂2Καὶ⸃ τίς σοι*⸉τὴν ἐξουσίαν ταύτην ἔδωκεν⸊ ἵνα ταῦτα ποιῇς;Ὁ δὲ Ἰησοῦς*⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς*⸂καὶ ἐγὼ⸃ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.Τὸ βάπτισμα*⸆ Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;*⸋Ἀποκρίθητέ μοι.⸌Καὶ*⸂ἐλογίζοντο⸃ πρὸς ἑαυτούς, λέγοντες,*⸆ Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί*⸋οὖν⸌ οὐκ ἐπιστεύσατε αὐτῷ;Ἀλλ᾽*⸆ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν*⸂λαόν·⸃ ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην,*⸉ὅτι ὄντως⸊ προφήτης ἦν.Καὶ ἀποκριθέντες*⸉λέγουσιν τῷ Ἰησοῦ,⸊ Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς*⸋ἀποκριθεὶς⸌ λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?