Luke 11 — SRG
11Verse 1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.Verse 2Εἶπεν δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε,*⸂Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,⸃ ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου.*⸋Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.⸌Verse 3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.Verse 4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,*⸋ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.⸌Verse 5Καὶ εἶπεν πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,Verse 6ἐπειδὴ φίλος*⸆ παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·Verse 7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.Verse 8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι*⸉αὐτοῦ φίλον,⸊ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ*⸂ὅσον⸃ χρῄζει.Verse 9Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.Verse 10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται.Verse 11Τίνα δὲ*⸆ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς*⸂ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ⸃ ἰχθύν,*⸂2μὴ⸃ ἀντὶ ἰχθύος ὄφιν*⸉ἐπιδώσει αὐτῷ;⸊Verse 12Ἢ καὶ*⸂ἐὰν αἰτήσῃ⸃ ᾠόν,*⸋μὴ⸌ ἐπιδώσει αὐτῷ σκορπίον;Verse 13Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε*⸉δόματα ἀγαθὰ⸊ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;Verse 14Καὶ ἦν ἐκβάλλων δαιμόνιον,*⸋καὶ αὐτὸ ἦν⸌ κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι.Verse 15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ*⸆ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.Verse 16Ἕτεροι δὲ πειράζοντες σημεῖον*⸉παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.⸊Verse 17Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.Verse 18Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; Ὅτι λέγετε, Ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.Verse 19Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο*⸉κριταὶ ὑμῶν αὐτοὶ⸊ ἔσονται.Verse 20Εἰ δὲ ἐν δακτύλῳ θεοῦ*⸆ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.Verse 21Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·Verse 22ἐπὰν δὲ*⸋ὁ⸌ ἰσχυρότερος*⸋2αὐτοῦ⸌ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.Verse 23Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.Verse 24Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον*⸆ λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.Verse 25Καὶ ἐλθὸν εὑρίσκει*⸆ σεσαρωμένον καὶ κεκοσμημένον.Verse 26Τότε πορεύεται καὶ παραλαμβάνει*⸉ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ,⸊ καὶ*⸂ἐλθόντα⸃ κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.Verse 27Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις*⸉γυνὴ φωνὴν⸊ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.Verse 28Αὐτὸς δὲ εἶπεν, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες*⸋αὐτόν.⸌Verse 29Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, Ἡ γενεὰ αὕτη*⸂πονηρά⸃ ἐστιν· σημεῖον*⸂2ἐπιζητεῖ,⸃ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ*⸋τοῦ προφήτου.⸌Verse 30Καθὼς γὰρ ἐγένετο*⸆ Ἰωνᾶς*⸉σημεῖον τοῖς Νινευΐταις,⸊ οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.Verse 31Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε.Verse 32Ἄνδρες*⸂Νινευῒ⸃ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.Verse 33Οὐδεὶς*⸋δὲ⸌ λύχνον ἅψας εἰς*⸂κρύπτην⸃ τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ*⸂2φέγγος⸃ βλέπωσιν.Verse 34Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός·*⸆ ὅταν*⸋οὖν⸌ ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,*⸋2καὶ⸌ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.Verse 35Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.Verse 36Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον*⸉τι μέρος⸊ σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.Verse 37Ἐν δὲ τῷ λαλῆσαι,*⸂ἠρώτα⸃ αὐτὸν Φαρισαῖός*⸋τις⸌ ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.Verse 38Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.Verse 39Εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.Verse 40Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;Verse 41Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.Verse 42Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα*⸆ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ*⸂ἀφιέναι.⸃Verse 43Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.Verse 44Οὐαὶ ὑμῖν,*⸋γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί,⸌ ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι*⸆ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.Verse 45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.Verse 46Ὁ δὲ εἶπεν, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.Verse 47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.Verse 48Ἄρα*⸂μαρτυρεῖτε⸃ καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε*⸋αὐτῶν τὰ μνημεῖα.⸌Verse 49Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ*⸂ἐκδιώξουσιν·⸃Verse 50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ*⸂ἐκχυνόμενον⸃ ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,Verse 51ἀπὸ*⸂τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος⸃ Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.Verse 52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.Verse 53*⸂Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς,⸃ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς*⸂2ἐνέχειν,⸃ καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,Verse 54ἐνεδρεύοντες αὐτόν,*⸂ζητοῦντες⸃ θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ,*⸋ἵνα κατηγορήσωσιν αὐτοῦ.⸌