Luke 10 — SRG
10Verse 1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος*⸋καὶ⸌ ἑτέρους*⸂ἑβδομήκοντα,⸃ καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο*⸆ πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι.Verse 2Ἔλεγεν*⸂οὖν⸃ πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως*⸂2ἐκβάλῃ ἐργάτας⸃ εἰς τὸν θερισμὸν αὐτοῦ.Verse 3Ὑπάγετε· ἰδού,*⸋ἐγὼ⸌ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.Verse 4Μὴ βαστάζετε βαλάντιον,*⸂μὴ πήραν, μηδὲ ὑποδήματα·⸃ καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.Verse 5Εἰς ἣν δ᾽ ἂν*⸂οἰκίαν εἰσέρχησθε,⸃ πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ.Verse 6Καὶ ἐὰν*⸆*⸉ᾖ ἐκεῖ⸊ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει.Verse 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ*⸂ἐστίν.⸃ Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.Verse 8Καὶ εἰς ἣν*⸆ ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,Verse 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.Verse 10Εἰς ἣν δ᾽ ἂν πόλιν*⸂εἰσέρχησθε,⸃ καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε,Verse 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν*⸆ ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν*⸋ἐφ᾽ ὑμᾶς⸌ ἡ βασιλεία τοῦ θεοῦ.Verse 12Λέγω*⸆ ὑμῖν, ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.Verse 13Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι*⸂ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ*⸂2καθήμεναι⸃ μετενόησαν.Verse 14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν.Verse 15Καὶ σύ, Καπερναούμ,*⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως*⸆ ᾍδου καταβιβασθήσῃ.Verse 16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.Verse 17Ὑπέστρεψαν δὲ οἱ*⸂ἑβδομήκοντα⸃ μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.Verse 18Εἶπεν δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.Verse 19Ἰδού,*⸂δίδωμι⸃ ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ*⸂2ἀδικήσῃ.⸃Verse 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ*⸆ ὅτι τὰ ὀνόματα ὑμῶν*⸂ἐγράφη⸃ ἐν τοῖς οὐρανοῖς.Verse 21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο*⸆*⸂τῷ πνεύματι⸃*⸋ὁ Ἰησοῦς,⸌ καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως*⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου.Verse 22*⸂Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα*⸉μοι παρεδόθη⸊ ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ*⸂2ἐὰν⸃ βούληται ὁ υἱὸς ἀποκαλύψαι.Verse 23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.Verse 24Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.Verse 25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν,*⸋καὶ⸌ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;Verse 26Ὁ δὲ εἶπεν πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;Verse 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις κύριον τὸν θεόν σου,*⸂ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας⸃ σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.Verse 28Εἶπεν δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.Verse 29Ὁ δὲ θέλων*⸂δικαιοῦν⸃ ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστίν μου πλησίον;Verse 30Ὑπολαβὼν*⸋δὲ⸌ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ*⸋2τυγχάνοντα.⸌Verse 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.Verse 32Ὁμοίως δὲ καὶ Λευΐτης*⸋γενόμενος⸌ κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.Verse 33Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδὼν*⸋αὐτὸν⸌ ἐσπλαγχνίσθη,Verse 34καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.Verse 35Καὶ ἐπὶ τὴν αὔριον*⸋ἐξελθών,⸌ ἐκβαλὼν*⸉δύο δηνάρια ἔδωκεν⸊ τῷ πανδοχεῖ, καὶ εἶπεν*⸋2αὐτῷ,⸌ Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.Verse 36Τίς*⸋οὖν⸌ τούτων τῶν τριῶν*⸉πλησίον δοκεῖ σοι⸊ γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;Verse 37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν*⸂οὖν⸃ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.Verse 38*⸂Ἐγένετο δὲ ἐν⸃ τῷ πορεύεσθαι αὐτούς,*⸋καὶ⸌ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν*⸂2εἰς τὸν οἶκον αὐτῆς.⸃Verse 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ*⸂παρακαθίσασα⸃*⸂2παρὰ⸃ τοὺς πόδας*⸂3τοῦ Ἰησοῦ⸃ ἤκουεν*⸂4τὸν λόγον⸃ αὐτοῦ.Verse 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με*⸂κατέλειπεν⸃ διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.Verse 41Ἀποκριθεὶς δὲ*⸂εἶπεν αὐτῇ ὁ Ἰησοῦς,⸃ Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·Verse 42*⸂ἑνὸς δέ ἐστιν χρεία·⸃ Μαρία*⸂2δὲ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται*⸋ἀπ᾽⸌ αὐτῆς.