Tools
Commentary

John 8 — SRG

See Hebrew/Greek in BSB →

8Verse 1*⸂καὶ ὁ Ἰησοῦς⸃ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.Verse 2Ὄρθρου δὲ πάλιν*⸋βαθέος⸌*⸂ἦλθεν⸃*⸋2ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο*⸋3πρὸς αὐτόν,⸌ καὶ καθίσας ἐδίδασκεν αὐτούς.Verse 3Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι*⸋πρὸς αὐτὸν⸌ γυναῖκα*⸂ἐπὶ⸃ μοιχείᾳ*⸂2κατειλημμένην,⸃ καὶ στήσαντες αὐτὴν ἐν*⸋2τῷ⸌ μέσῳ,Verse 4*⸂εἶπον⸃ αὐτῷ,*⸆ Διδάσκαλε,*⸂2ταύτην εὕρομεν⸃ ἐπ᾽ αὐτόφωρῳ*⸂3μοιχευομένην.⸃Verse 5Ἐν δὲ τῷ νόμῳ*⸋ἡμῶν⸌*⸂Μωσῆς⸃ ἐνετείλατο τὰς τοιαύτας*⸂2λιθάζειν·⸃ σὺ οὖν τί λέγεις*⸋2περὶ αὐτῆς;⸌Verse 6Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν*⸂κατηγορίαν κατ᾽⸃ αὐτοῦ. Ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ*⸂2ἔγραφεν⸃ εἰς τὴν γῆν.*Verse 7Ὡς δὲ ἐπέμενον*⸂ἐπερωτῶντες⸃ αὐτόν,*⸂2ἀναβλέψας⸃ εἶπεν*⸂3αὐτοῖς,⸃ Ὁ ἀναμάρτητος ὑμῶν,*⸂4πρῶτος λίθον βαλέτω ἐπ᾽ αὐτήν.⸃Verse 8Καὶ πάλιν*⸂κάτω κύψας⸃ ἔγραφεν εἰς τὴν γῆν.Verse 9Οἱ δέ, ἀκούσαντες,*⸆ ἐξήρχοντο εἷς καθ᾽ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων*⸋ἕως τῶν ἐσχάτων·⸌ καὶ κατελείφθη μόνος*⸋2ὁ Ἰησοῦς,⸌ καὶ ἡ γυνὴ ἐν μέσῳ*⸂οὖσα.⸃Verse 10Ἀνακύψας δὲ ὁ Ἰησοῦς**⸋εἶδεν αὐτὴν καὶ⸌ εἶπεν,*⸆2*⸂Γύναι,⸃ ποῦ εἰσιν;*⸆3 Οὐδείς σε κατέκρινεν;Verse 11Ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. Εἴπεν δὲ*⸋αὐτῇ⸌ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε*⸂κατακρίνω·⸃ πορεύου*⸋2καὶ⸌*⸋3ἀπὸ τοῦ νῦν⸌ μηκέτι ἁμάρτανε.Verse 12Πάλιν οὖν*⸉αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησεν⸊ λέγων, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν*⸂ἐμοὶ⸃ οὐ μὴ*⸂2περιπατήσῃ⸃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.Verse 13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.Verse 14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· ὅτι οἶδα πόθεν ἦλθον, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι,*⸂καὶ⸃ ποῦ ὑπάγω.Verse 15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.Verse 16Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ*⸂ἀληθής⸃ ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾽ ἐγὼ καὶ*⸂2ὁ πέμψας με πατήρ.⸃Verse 17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.Verse 18Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.Verse 19Ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν ὁ πατήρ σου; Ἀπεκρίθη*⸆ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου*⸉ᾔδειτε ἄν.⸊Verse 20Ταῦτα τὰ ῥήματα ἐλάλησεν*⸋ὁ Ἰησοῦς⸌ ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.Verse 21Εἶπεν οὖν πάλιν αὐτοῖς*⸋ὁ Ἰησοῦς,⸌ Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.Verse 22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;Verse 23Καὶ*⸂εἶπεν⸃ αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ*⸉τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.⸊Verse 24Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.Verse 25Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ;*⸋Καὶ⸌ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.Verse 26Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ᾽ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ᾽ αὐτοῦ, ταῦτα*⸂λέγω⸃ εἰς τὸν κόσμον.Verse 27Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.Verse 28Εἶπεν οὖν*⸋αὐτοῖς⸌ ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατήρ*⸋2μου,⸌ ταῦτα λαλῶ·Verse 29καὶ ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον*⸋ὁ πατήρ,⸌ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.Verse 30Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.Verse 31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ·Verse 32καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.Verse 33Ἀπεκρίθησαν**⸂αὐτῷ,⸃ Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;Verse 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.Verse 35Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ*⸆ υἱὸς μένει εἰς τὸν αἰῶνα.Verse 36Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.Verse 37Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.Verse 38*⸂Ἐγὼ ὃ⸃ ἑώρακα παρὰ τῷ πατρί*⸋μου,⸌ λαλῶ· καὶ ὑμεῖς οὖν*⸂2ὃ ἑωράκατε⸃ παρὰ*⸂3τῷ πατρὶ⸃*⸋2ὑμῶν,⸌ ποιεῖτε.Verse 39Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς,*⸂Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.⸃Verse 40Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.Verse 41Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον*⸋οὖν⸌ αὐτῷ, Ἡμεῖς ἐκ πορνείας*⸂οὐ γεγεννήμεθα·⸃ ἕνα πατέρα ἔχομεν, τὸν θεόν.Verse 42Εἶπεν*⸋οὖν⸌ αὐτοῖς ὁ Ἰησοῦς, Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλεν.Verse 43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.Verse 44Ὑμεῖς ἐκ*⸋τοῦ⸌ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.Verse 45Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.Verse 46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ*⸋δὲ⸌ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;Verse 47Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.Verse 48Ἀπεκρίθησαν*⸋οὖν⸌ οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις;Verse 49Ἀπεκρίθη Ἰησοῦς, Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.Verse 50Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.Verse 51Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις*⸂τὸν λόγον τὸν ἐμὸν⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.Verse 52Εἶπον*⸋οὖν⸌ αὐτῷ οἱ Ἰουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ*⸂γεύσηται⸃ θανάτου εἰς τὸν αἰῶνα.Verse 53Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν*⸋σὺ⸌ ποιεῖς;Verse 54Ἀπεκρίθη Ἰησοῦς, Ἐὰν ἐγὼ*⸂δοξάζω⸃ ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς*⸂2ἡμῶν⸃ ἐστιν,Verse 55καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν, καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος*⸂ὑμῶν,⸃ ψεύστης· ἀλλ᾽ οἶδα αὐτόν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.Verse 56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.Verse 57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;Verse 58Εἶπεν αὐτοῖς*⸋ὁ⸌ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.Verse 59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ,*⸂διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.⸃
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?