John 7 — SRG
7Verse 1Καὶ*⸉περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα⸊ ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.Verse 2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.Verse 3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου*⸂θεωρήσωσιν⸃*⸂2τὰ ἔργα σου⸃ ἃ ποιεῖς.Verse 4Οὐδεὶς γὰρ*⸉ἐν κρυπτῷ τι⸊ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.Verse 5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.Verse 6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.Verse 7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.Verse 8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν*⸋ταύτην·⸌ ἐγὼ*⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι*⸂2ὁ καιρὸς ὁ ἐμὸς⸃ οὔπω πεπλήρωται.Verse 9Ταῦτα*⸋δὲ⸌ εἰπὼν*⸂αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.Verse 10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ,*⸉τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ.Verse 11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;Verse 12Καὶ γογγυσμὸς*⸉πολὺς περὶ αὐτοῦ ἦν⸊ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι*⸆ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.Verse 13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.Verse 14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη*⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν.Verse 15*⸂Καὶ ἐθαύμαζον⸃ οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;Verse 16Ἀπεκρίθη*⸋οὖν⸌ αὐτοῖς*⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.Verse 17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.Verse 18Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.Verse 19Οὐ Μωσῆς*⸂δέδωκεν⸃ ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;Verse 20Ἀπεκρίθη ὁ ὄχλος*⸂καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;Verse 21Ἀπεκρίθη*⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.Verse 22Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.Verse 23Εἰ περιτομὴν λαμβάνει*⸆ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;Verse 24Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν*⸂κρίνατε.⸃Verse 25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;Verse 26Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν*⸋ἀληθῶς⸌ ὁ χριστός;Verse 27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.Verse 28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.Verse 29Ἐγὼ*⸆ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.Verse 30Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.Verse 31*⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον*⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ,*⸂μήτι⸃ πλείονα σημεῖα*⸋2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν;Verse 32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν*⸉ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς⸊ ἵνα πιάσωσιν αὐτόν.Verse 33Εἶπεν οὖν*⸆ ὁ Ἰησοῦς, Ἔτι*⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.Verse 34*⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.Verse 35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;Verse 36Τίς ἐστιν*⸉οὗτος ὁ λόγος⸊ ὃν εἶπεν,*⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;Verse 37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.Verse 38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.Verse 39Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος*⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ*⸂2πιστεύοντες⸃ εἰς αὐτόν·*⸂3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι*⸆ Ἰησοῦς*⸂4οὐδέπω⸃ ἐδοξάσθη.Verse 40*⸂Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου⸃ ἀκούσαντες*⸂2τὸν λόγον⸃ ἔλεγον,*⸆ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.Verse 41*⸂Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;Verse 42*⸂Οὐχὶ⸃ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ,*⸉ὁ χριστὸς ἔρχεται;⸊Verse 43Σχίσμα οὖν*⸉ἐν τῷ ὄχλῳ ἐγένετο⸊ δι᾽ αὐτόν.Verse 44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς*⸂ἐπέβαλεν⸃ ἐπ᾽ αὐτὸν τὰς χεῖρας.Verse 45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;Verse 46Ἀπεκρίθησαν οἱ ὑπηρέται,*⸂Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.⸃Verse 47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;Verse 48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;Verse 49Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον*⸂ἐπικατάρατοί⸃ εἰσιν.Verse 50Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν*⸋νυκτὸς⸌ πρὸς αὐτόν,*⸆ εἷς ὢν ἐξ αὐτῶν—Verse 51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ*⸂παρ᾽ αὐτοῦ πρότερον⸃ καὶ γνῷ τί ποιεῖ;Verse 52Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι*⸉προφήτης ἐκ τῆς Γαλιλαίας⸊ οὐκ*⸂ἐγήγερται.⸃Verse 53Καὶ*⸂ἀπῆλθεν⸃ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·