Acts 24 — SRG See Hebrew/Greek in BSB → 24Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ*⸂τῶν πρεσβυτέρων⸃ καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.2Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ*⸂κατορθωμάτων⸃ γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.4Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα*⸂στάσιν⸃ πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·6ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν·*⸆7*⸆8*⸆ παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.9*⸂Συνεπέθεντο⸃ δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.10Ἀπεκρίθη*⸂δὲ⸃ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν*⸆ τῷ ἔθνει τούτῳ ἐπιστάμενος,*⸂2εὐθυμότερον⸃ τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,11δυναμένου σου*⸂γνῶναι⸃ ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι*⸆*⸂2δεκαδύο,⸃ ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων*⸂3ἐν⸃ Ἱερουσαλήμ·12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.13*⸂Οὔτε⸃ παραστῆσαί*⸋με⸌ δύνανται*⸆ περὶ ὧν*⸂2νῦν⸃ κατηγοροῦσίν μου.14Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσιν*⸂τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις⸃ γεγραμμένοις·15ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι*⸋νεκρῶν,⸌ δικαίων τε καὶ ἀδίκων.16Ἐν τούτῳ*⸂δὲ⸃ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν*⸂2ἔχων⸃ πρὸς*⸆ τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.17Δι᾽ ἐτῶν δὲ πλειόνων*⸉παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου⸊ καὶ προσφοράς·18ἐν*⸂οἷς⸃ εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς*⸆ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·19οὓς*⸂δεῖ⸃ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός*⸂2με.⸃20Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν,*⸆ τί εὗρον*⸋ἐν ἐμοὶ⸌ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,21ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα*⸉ἑστὼς ἐν αὐτοῖς,⸊ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον*⸂ὑφ᾽⸃ ὑμῶν.22*⸂Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς,⸃ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς·23διαταξάμενός*⸋τε⸌ τῷ ἑκατοντάρχῃ τηρεῖσθαι*⸂τὸν Παῦλον,⸃ ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν*⸋2ἢ προσέρχεσθαι⸌ αὐτῷ.24Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ*⸂γυναικὶ⸃ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς*⸂2χριστὸν⸃ πίστεως.25Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος*⸋ἔσεσθαι,⸌ ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·26ἅμα*⸆ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου,*⸋ὅπως λύσῃ αὐτόν·⸌ διὸ καὶ πυκνότερον*⸋2αὐτὸν⸌ μεταπεμπόμενος ὡμίλει αὐτῷ.27Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων*⸂τε⸃*⸂2χάριτας⸃ καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον. Chapter 23 Chapter 25
Acts 24 — SRG
See Hebrew/Greek in BSB →