Tools
Commentary

Acts 25 — SRG

See Hebrew/Greek in BSB →

25Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.Ἐνεφάνισαν*⸂δὲ⸃ αὐτῷ*⸂2ὁ ἀρχιερεὺς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον*⸂ἐν Καισαρείᾳ,⸃ ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.*⸉Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησίν,⸊ συγκαταβάντες, εἴ τι ἐστὶν ἐν τῷ ἀνδρὶ*⸂τούτῳ,⸃ κατηγορείτωσαν αὐτοῦ.Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας*⸂πλείους ἢ δέκα,⸃ καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν*⸆ οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα*⸂φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,ἀπολογουμένου αὐτοῦ⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.Ὁ Φῆστος δὲ*⸉τοῖς Ἰουδαίοις θέλων⸊ χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, Θέλεις εἰς Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων*⸂κρίνεσθαι⸃*⸂2ἐπ᾽⸃ ἐμοῦ;Εἶπεν δὲ ὁ Παῦλος,*⸉Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸊ εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.Εἰ μὲν*⸂γὰρ⸃ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασάμενοι τὸν Φῆστον.Ὡς δὲ πλείους ἡμέρας*⸂διέτριβεν⸃ ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι*⸂κατ᾽ αὐτοῦ δίκην.⸃Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον*⸋εἰς ἀπώλειαν,⸌ πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.Συνελθόντων οὖν*⸋αὐτῶν⸌ ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν*⸂ἐπέφερον⸃ ὧν*⸉ὑπενόουν ἐγώ,⸊*ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.Ἀπορούμενος δὲ ἐγὼ*⸂τὴν περὶ⸃*⸂2τούτου⸃ ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ*⸂πέμψω⸃ αὐτὸν πρὸς Καίσαρα.Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον*⸋ἔφη,⸌ Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.*⸋2Ὁ δέ,⸌ Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε*⸂τοῖς χιλιάρχοις καὶ ἀνδράσιν⸃ τοῖς κατ᾽ ἐξοχὴν*⸂2οὖσιν⸃ τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ*⸂πᾶν⸃ τὸ πλῆθος τῶν Ἰουδαίων*⸂2ἐνέτυχόν⸃ μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε,*⸂3ἐπιβοῶντες⸃ μὴ δεῖν*⸉ζῇν αὐτὸν⸊ μηκέτι.Ἐγὼ δὲ*⸂καταλαβόμενος⸃ μηδὲν ἄξιον*⸉θανάτου αὐτὸν⸊ πεπραχέναι,*⸋καὶ⸌ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν*⸋2αὐτόν.⸌Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι*⸂γράψαι.⸃Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?