Tools
Commentary

Acts 23 — SRG

See Hebrew/Greek in BSB →

23Verse 1Ἀτενίσας δὲ*⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.Verse 2Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.Verse 3Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;Verse 4Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;Verse 5Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ,*⸆ Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.Verse 6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν*⸉Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊*⸂ἔκραξεν⸃ ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς*⸂2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν*⸋ἐγὼ⸌ κρίνομαι.Verse 7Τοῦτο δὲ αὐτοῦ*⸂λαλήσαντος,⸃ ἐγένετο στάσις τῶν Φαρισαίων,*⸆ καὶ ἐσχίσθη τὸ πλῆθος.Verse 8Σαδδουκαῖοι*⸋μὲν⸌ γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν,*⸂μηδὲ ἄγγελον, μήτε πνεῦμα·⸃ Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.Verse 9Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες*⸂οἱ γραμματεῖς⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος,*⸋μὴ θεομαχῶμεν.⸌Verse 10Πολλῆς δὲ*⸂γενομένης⸃ στάσεως,*⸂2εὐλαβηθεὶς⸃ ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα*⸂3καταβῆναι καὶ ἁρπάσαι⸃ αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν*⸋τε⸌ εἰς τὴν παρεμβολήν.Verse 11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει*⸋Παῦλε·⸌ ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.Verse 12Γενομένης δὲ ἡμέρας, ποιήσαντές*⸂τινες τῶν Ἰουδαίων συστροφήν,⸃ ἀνεθεμάτισαν ἑαυτούς,*⸋λέγοντες⸌ μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ*⸂2ἀποκτείνωσιν⸃ τὸν Παῦλον.Verse 13Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν*⸂πεποιηκότες·⸃Verse 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.Verse 15Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως*⸋αὔριον⸌*⸉αὐτὸν καταγάγῃ⸊*⸂πρὸς⸃ ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.Verse 16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου*⸂τὸ ἔνεδρον,⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ.Verse 17Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον*⸂ἀπάγαγε⸃ πρὸς τὸν χιλίαρχον· ἔχει γάρ*⸉τι ἀπαγγεῖλαι⸊ αὐτῷ.Verse 18Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν*⸂νεανίαν⸃ ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.Verse 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;Verse 20Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον*⸉εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,⸊ ὡς*⸂μέλλοντά⸃ τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.Verse 21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν*⸉ἕτοιμοί εἰσιν⸊ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.Verse 22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν*⸂νεανίαν,⸃ παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός*⸂2με.⸃Verse 23Καὶ προσκαλεσάμενος*⸉δύο τινὰς⸊ τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·Verse 24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα·Verse 25γράψας ἐπιστολὴν*⸂περιέχουσαν⸃ τὸν τύπον τοῦτον·Verse 26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.Verse 27Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην*⸋αὐτόν,⸌ μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.Verse 28Βουλόμενος*⸂δὲ⸃*⸂2γνῶναι⸃ τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον*⸋αὐτὸν⸌ εἰς τὸ συνέδριον αὐτῶν·Verse 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν*⸆ ἄξιον θανάτου ἢ δεσμῶν*⸉ἔγκλημα ἔχοντα.⸊Verse 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα*⸋μέλλειν⸌ ἔσεσθαι*⸋2ὑπὸ τῶν Ἰουδαίων,⸌*⸂ἐξαυτῆς⸃ ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν*⸋3τὰ⸌ πρὸς αὐτὸν ἐπὶ σοῦ.*⸋4Ἔρρωσο.⸌Verse 31Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ*⸋τῆς⸌ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.Verse 32Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς*⸂πορεύεσθαι⸃ σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·Verse 33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.Verse 34Ἀναγνοὺς δὲ*⸋ὁ ἡγεμών,⸌ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,Verse 35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται.*⸂Ἐκέλευσέν τε αὐτὸν ἐν τῷ πραιτωρίῳ*⸆ Ἡρῴδου φυλάσσεσθαι.⸃
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?