Acts 21 — SRG
21Verse 1Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·Verse 2καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.Verse 3Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ*⸂κατήχθημεν⸃ εἰς Τύρον· ἐκεῖσε γὰρ*⸉ἦν τὸ πλοῖον⸊ ἀποφορτιζόμενον τὸν γόμον.Verse 4*⸂Καὶ ἀνευρόντες⸃*⸆ μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ*⸂2ἀναβαίνειν⸃ εἰς Ἱερουσαλήμ.Verse 5Ὅτε δὲ ἐγένετο*⸉ἡμᾶς ἐξαρτίσαι⸊ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν*⸂προσηυξάμεθα.Verse 6Καὶ ἀσπασάμενοι ἀλλήλους,⸃*⸂ἐπέβημεν⸃ εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.Verse 7Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς.Verse 8Τῇ δὲ ἐπαύριον ἐξελθόντες*⸂οἱ περὶ τὸν Παῦλον ἦλθον⸃ εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ,*⸆ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ.Verse 9Τούτῳ δὲ ἦσαν θυγατέρες*⸉παρθένοι τέσσαρες⸊ προφητεύουσαι.Verse 10Ἐπιμενόντων δὲ*⸋ἡμῶν⸌ ἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.Verse 11Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας*⸂τε αὐτοῦ⸃*⸉τοὺς πόδας καὶ τὰς χεῖρας⸊ εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.Verse 12Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.Verse 13*⸂Ἀπεκρίθη τε⸃ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.Verse 14Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες,*⸉Τὸ θέλημα τοῦ κυρίου⸊*⸂γενέσθω.⸃Verse 15Μετὰ δὲ τὰς ἡμέρας ταύτας*⸂ἐπισκευασάμενοι⸃ ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.Verse 16Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.Verse 17Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως*⸂ἐδέξαντο⸃ ἡμᾶς οἱ ἀδελφοί.Verse 18Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.Verse 19Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.Verse 20Οἱ δὲ ἀκούσαντες ἐδόξαζον*⸂τὸν κύριον,⸃*⸂2εἰπόντες⸃ αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν*⸂3Ἰουδαίων⸃ τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·Verse 21κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.Verse 22Τί οὖν ἐστιν; Πάντως*⸂δεῖ πλῆθος συνελθεῖν·⸃ ἀκούσονται*⸋γὰρ⸌ ὅτι ἐλήλυθας.Verse 23Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες*⸂ἐφ᾽⸃ ἑαυτῶν·Verse 24τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς, ἵνα*⸂ξυρήσωνται⸃ τὴν κεφαλήν, καὶ*⸂2γνῶσιν⸃ πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς*⸉τὸν νόμον φυλάσσων.⸊Verse 25Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς*⸂ἐπεστείλαμεν,⸃ κρίναντες*⸋μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ⸌ φυλάσσεσθαι αὐτοὺς*⸂2τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.⸃Verse 26Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.Verse 27Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον*⸉τὰς χεῖρας ἐπ᾽ αὐτόν,⸊Verse 28κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.Verse 29Ἦσαν γὰρ*⸂ἑωρακότες⸃ Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.Verse 30Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.Verse 31Ζητούντων*⸂δὲ⸃ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη*⸂2συγκέχυται⸃ Ἱερουσαλήμ·Verse 32ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾽ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.Verse 33*⸂Ἐγγίσας δὲ⸃ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν· καὶ ἐπυνθάνετο τίς*⸋ἂν⸌ εἴη, καὶ τί ἐστιν πεποιηκώς.Verse 34Ἄλλοι δὲ ἄλλο τι*⸂ἐβόων⸃ ἐν τῷ ὄχλῳ· μὴ*⸂2δυνάμενος δὲ⸃ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.Verse 35Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου.Verse 36Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ*⸂κρᾶζον,⸃ Αἶρε αὐτόν.Verse 37Μέλλων*⸂τε⸃*⸉εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν⸊ ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν*⸆ πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις;Verse 38Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;Verse 39Εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.Verse 40Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης,*⸂προσεφώνει⸃ τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,