Tools
Commentary

Acts 20 — SRG

See Hebrew/Greek in BSB →

20Verse 1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον,*⸂προσκαλεσάμενος⸃ ὁ Παῦλος τοὺς μαθητάς, καὶ*⸆ ἀσπασάμενος, ἐξῆλθεν*⸂2πορευθῆναι⸃ εἰς*⸋τὴν⸌ Μακεδονίαν.Verse 2Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.Verse 3Ποιήσας τε μῆνας τρεῖς, γενομένης*⸉αὐτῷ ἐπιβουλῆς⸊ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο*⸂γνώμη⸃ τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.Verse 4Συνείπετο δὲ αὐτῷ*⸋ἄχρι τῆς Ἀσίας⸌ Σώπατρος*⸆ Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος.Verse 5Οὗτοι**⸂προσελθόντες⸃ ἔμενον ἡμᾶς ἐν Τρῳάδι.Verse 6Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε,*⸂οὗ⸃ διετρίψαμεν ἡμέρας ἑπτά.Verse 7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων*⸂τῶν μαθητῶν⸃*⸆ κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.Verse 8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ*⸂ἦμεν⸃ συνηγμένοι.Verse 9*⸂Καθήμενος⸃ δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός.Verse 10Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.Verse 11Ἀναβὰς δὲ καὶ κλάσας*⸆ ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.Verse 12Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.Verse 13Ἡμεῖς δέ,*⸂προσελθόντες⸃ ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν*⸂2εἰς⸃ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ*⸉ἦν διατεταγμένος,⸊ μέλλων αὐτὸς πεζεύειν.Verse 14Ὡς δὲ*⸂συνέβαλεν⸃ ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην.Verse 15Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον·*⸂καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ⸃ ἤλθομεν εἰς Μίλητον.Verse 16*⸂Ἔκρινεν⸃ γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ, εἰ δυνατὸν*⸂2ἦν⸃ αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.Verse 17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.Verse 18Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας*⸋ἀφ᾽⸌ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,Verse 19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ*⸋πολλῶν⸌ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·Verse 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,Verse 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς*⸋τὸν⸌ θεὸν μετάνοιαν, καὶ πίστιν*⸋2τὴν⸌ εἰς*⸂τὸν κύριον ἡμῶν Ἰησοῦν.⸃Verse 22Καὶ νῦν ἰδού,*⸉ἐγὼ δεδεμένος⸊ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά*⸂μοι⸃ μὴ εἰδώς,Verse 23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται*⸆ λέγον ὅτι δεσμά*⸉με καὶ θλίψεις⸊ μένουσιν.Verse 24Ἀλλ᾽ οὐδενὸς*⸂λόγον⸃ ποιοῦμαι,*⸋οὐδὲ ἔχω⸌ τὴν ψυχήν*⸋2μου⸌ τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου*⸋3μετὰ χαρᾶς,⸌ καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.Verse 25Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν*⸋τοῦ θεοῦ.⸌Verse 26*⸂Διότι⸃ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς*⸋ἐγὼ⸌*⸆ ἀπὸ τοῦ αἵματος πάντων.Verse 27Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι*⸉ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ.⸊Verse 28Προσέχετε*⸋οὖν⸌ ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν*⸂τοῦ κυρίου καὶ θεοῦ,⸃ ἣν περιεποιήσατο διὰ τοῦ*⸂2ἰδίου αἵματος.⸃Verse 29Ἐγὼ*⸋γὰρ⸌ οἶδα*⸋2τοῦτο,⸌ ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου·Verse 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω*⸂αὐτῶν.⸃Verse 31Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.Verse 32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς,*⸋ἀδελφοί,⸌*⸂τῷ θεῷ⸃ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ*⸂2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι*⸋2ὑμῖν⸌*⸆ κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.Verse 33Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.Verse 34Αὐτοὶ*⸆ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.Verse 35Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε*⸂τῶν λόγων⸃ τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν*⸉μᾶλλον διδόναι⸊ ἢ λαμβάνειν.Verse 36Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.Verse 37Ἱκανὸς δὲ*⸉ἐγένετο κλαυθμὸς⸊ πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,Verse 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?