1 Corinthians 9 — SRG
9Verse 1*⸉Οὐκ εἰμὶ ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος;⸊ Οὐχὶ*⸂Ἰησοῦν χριστὸν τὸν κύριον ἡμῶν⸃ ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;Verse 2Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς*⸂τῆς ἐμῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.Verse 3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν*⸉αὕτη ἐστίν.⸊Verse 4Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν;Verse 5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς;Verse 6Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν*⸋τοῦ⸌ μὴ ἐργάζεσθαι;Verse 7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ*⸂ἐκ τοῦ καρποῦ⸃ αὐτοῦ οὐκ ἐσθίει;*⸋Ἢ⸌ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;Verse 8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ*⸂οὐχὶ καὶ ὁ νόμος ταῦτα⸃ λέγει;Verse 9Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;Verse 10Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι*⸉ἐπ᾽ ἐλπίδι ὀφείλει⸊ ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν*⸂τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι.⸃Verse 11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;Verse 12Εἰ ἄλλοι τῆς*⸉ἐξουσίας ὑμῶν⸊ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ*⸉2ἐγκοπήν τινα⸊ δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ.Verse 13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι*⸆ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ*⸂προσεδρεύοντες⸃ τῷ θυσιαστηρίῳ συμμερίζονται;Verse 14Οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.Verse 15Ἐγὼ δὲ*⸂οὐδενὶ ἐχρησάμην⸃ τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου*⸂2ἵνα τις κενώσῃ.⸃Verse 16Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ*⸂δέ⸃ μοι ἐστίν, ἐὰν μὴ*⸂2εὐαγγελίζωμαι.⸃Verse 17Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.Verse 18Τίς οὖν*⸂μοί⸃ ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον*⸋τοῦ χριστοῦ,⸌ εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.Verse 19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.Verse 20Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον,*⸆ ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·Verse 21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν*⸂ἄνομος θεῷ ἀλλ᾽ ἔννομος χριστῷ,⸃ ἵνα κερδήσω*⸆ ἀνόμους.Verse 22Ἐγενόμην τοῖς ἀσθενέσιν*⸋ὡς⸌ ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα*⸋2τὰ⸌ πάντα, ἵνα πάντως τινὰς σώσω.Verse 23*⸂Τοῦτο⸃ δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.Verse 24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε.Verse 25Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.Verse 26Ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων·Verse 27ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.