Tools
Commentary

1 Corinthians 8 — SRG

See Hebrew/Greek in BSB →

8Verse 1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.Verse 2Εἰ*⸋δέ⸌ τις δοκεῖ*⸂εἰδέναι τι,*⸂2οὐδέπω οὐδὲν⸃ ἔγνωκεν καθὼς δεῖ γνῶναι·⸃Verse 3εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.Verse 4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς*⸋ἕτερος⸌ εἰ μὴ εἷς.Verse 5Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί,*⸂εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς·⸃ ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί·Verse 6ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.Verse 7Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ*⸂συνειδήσει⸃*⸉τοῦ εἰδώλου ἕως ἄρτι⸊ ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.Verse 8Βρῶμα δὲ ἡμᾶς οὐ*⸂παρίστησιν⸃ τῷ θεῷ· οὔτε*⸋γὰρ⸌*⸂2ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.⸃Verse 9Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς*⸂ἀσθενοῦσιν.⸃Verse 10Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;Verse 11*⸂Καὶ ἀπολεῖται⸃*⸂2ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,⸃ δι᾽ ὃν χριστὸς ἀπέθανεν;Verse 12Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε.Verse 13Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?