Tools
Commentary

Acts 11 — SBL

See Hebrew/Greek in BSB →

11Verse 1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.Verse 2⸂ὅτε δὲ+ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ+διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆςVerse 3λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες+αὐτοῖς.Verse 4ἀρξάμενος ⸀δὲ+Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·Verse 5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·Verse 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·Verse 7ἤκουσα δὲ ⸀καὶ+φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.Verse 8εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι+κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.Verse 9ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου+ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.Verse 10τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν+ἅπαντα εἰς τὸν οὐρανόν.Verse 11καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν+ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.Verse 12εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι+συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα+ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.Verse 13ἀπήγγειλεν ⸀δὲ+ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα+Ἀπόστειλον εἰς ⸀Ἰόππην+καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,Verse 14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.Verse 15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.Verse 16ἐμνήσθην δὲ τοῦ+ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.Verse 17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ+τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;Verse 18ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν+τὸν θεὸν λέγοντες· ⸀Ἄρα+καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν+.Verse 19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.Verse 20ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες+εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ+πρὸς τοὺς ⸀Ἑλληνιστάς+εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.Verse 21καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ+πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.Verse 22ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης+ἐν ⸀Ἰερουσαλὴμ+περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν+ἕως Ἀντιοχείας·Verse 23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν+χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν+τῷ κυρίῳ,Verse 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.Verse 25ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν+ἀναζητῆσαι Σαῦλον,Verse 26καὶ εὑρὼν ⸀ἤγαγεν+εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ+ἐν+αυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως+ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.Verse 27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·Verse 28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην+μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις+ἐγένετο ἐπὶ ⸀Κλαυδίου+Verse 29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·Verse 30ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
SBL · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?