Acts 10 — SBL
10Verse 1Ἀνὴρ δέ ⸀τις+ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,Verse 2εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ⸀ποιῶν+ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός,Verse 3εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ⸀περὶ+ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.Verse 4ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸀ἔμπροσθεν+τοῦ θεοῦ·Verse 5καὶ νῦν πέμψον ⸂ἄνδρας εἰς Ἰόππην+καὶ μετάπεμψαι Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖται Πέτρος+·Verse 6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.Verse 7ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ⸀αὐτῷ+φωνήσας δύο τῶν ⸀οἰκετῶν+καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷVerse 8καὶ ἐξηγησάμενος ⸂ἅπαντα αὐτοῖς+ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.Verse 9Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.Verse 10ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ⸀αὐτῶν+⸀ἐγένετο+ἐπʼ αὐτὸν ἔκστασις,Verse 11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ ⸀καταβαῖνον+σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ⸀ἀρχαῖς+καθιέμενον ἐπὶ τῆς γῆς,Verse 12ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα ⸂καὶ ἑρπετὰ τῆς γῆς καὶ+πετεινὰ τοῦ οὐρανοῦ.Verse 13καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.Verse 14ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ+ἀκάθαρτον.Verse 15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.Verse 16τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸀εὐθὺς+ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.Verse 17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸀ἰδοὺ+οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸀ὑπὸ+τοῦ+Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,Verse 18καὶ φωνήσαντες ⸀ἐπυνθάνοντο+εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.Verse 19τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν ⸂αὐτῷ τὸ πνεῦμα+· Ἰδοὺ ⸀ἄνδρες+⸀ζητοῦντές+σε·Verse 20ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ⸀ὅτι+ἐγὼ ἀπέσταλκα αὐτούς.Verse 21καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε;Verse 22οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.Verse 23εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.+Τῇ δὲ ἐπαύριον ⸀ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.Verse 24⸂τῇ δὲ+ἐπαύριον ⸀εἰσῆλθεν+εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.Verse 25ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.Verse 26ὁ δὲ Πέτρος ⸂ἤγειρεν αὐτὸν+λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.Verse 27καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,Verse 28ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·Verse 29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.Verse 30Καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ⸀ἤμην+τὴν ⸀ἐνάτην+προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷVerse 31καὶ φησί· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.Verse 32πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ ⸀θάλασσαν+Verse 33ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ⸀κυρίου+Verse 34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,Verse 35ἀλλʼ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.Verse 36τὸν λόγον ⸀ὃν+ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος.Verse 37ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀ἀρξάμενος+ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,Verse 38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετʼ αὐτοῦ·Verse 39καὶ ⸀ἡμεῖς+μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων ⸀καὶ+Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.Verse 40τοῦτον ὁ θεὸς ἤγειρεν ⸀τῇ+τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,Verse 41οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·Verse 42καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι ⸀οὗτός+ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.Verse 43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.Verse 44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.Verse 45καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι+συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος+ἐκκέχυται·Verse 46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη+Πέτρος·Verse 47Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί+τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς+καὶ ἡμεῖς;Verse 48προσέταξεν ⸀δὲ+αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι+. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.