Wisdom of Solomon 7 — BRE

7Verse 1Εἰμι μὲν κᾀγὼ θνητὸς ἄνθρωπος, ἶσος ἅπασι, καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου.Verse 2Καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ δεκαμηνιαίῳ χρόνῳ, παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης.Verse 3Καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἶσα κλαίων.Verse 4Ἐν σπαργάνοις ἀνετράφην, καὶ ἐν φροντίσιν.Verse 5Οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχε γενέσεως ἀρχήν.Verse 6Μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση.Verse 7Διὰ τοῦτο ηὐξάμην, καὶ φρόνησις ἐδόθη μοι, ἐπεκαλεσάμην, καὶ ἦλθέ μοι πνεῦμα σοφίας.Verse 8Προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων, καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς.Verse 9Οὐδὲ ὁμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς.Verse 10Ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν, καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.Verse 11Ἦλθε δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετʼ αὐτῆς, καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς.Verse 12Εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων.Verse 13Ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι.Verse 14Ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς Θεὸν ἐστείλαντο φιλίαν, διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.Verse 15Ἐμοὶ δὲ δῴη ὁ Θεὸς εἰπεῖν κατὰ γνώμην, καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι, καὶ τῶν σοφῶν διορθωτής.Verse 16Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.Verse 17Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων,Verse 18ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν,Verse 19ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις,Verse 20φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν,Verse 21ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων.Verse 22Ἡ γὰρ πάντων τεχνίτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, σαφὲς, ἀπήμαντον, φιλάγαθον, ὀξὺ, ἀκώλυτον, εὐεργετικὸν,Verse 23φιλάνθρωπον, βέβαιον, ἀσφαλὲς, ἀμέριμνον, παντοδύναμον, πανεπίσκοπον, καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων.Verse 24Πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.Verse 25Ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως. καὶ ἀπόῤῥοια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.Verse 26Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.Verse 27Μία δὲ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει, καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει.Verse 28Οὐθὲν γὰρ ἀγαπᾷ ὁ Θεὸς, εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.Verse 29Ἔστι γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν, φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα.Verse 30Τοῦτο μὲν γὰρ διαδέχεται νὺξ, σοφίας δὲ οὐκ ἀντισχύει κακία.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?