Wisdom of Solomon 6 — BRE
6Verse 1Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς.Verse 2Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρομένοι ἐπὶ ὄχλοις ἐθνῶν.Verse 3Ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα, καὶ τὰς βουλὰς διερευνήσει.Verse 4Ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε·Verse 5φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.Verse 6Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·Verse 7οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος· ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν, ὁμοίως τε προνοεῖ περὶ πάντων.Verse 8Τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.Verse 9Πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου, ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.Verse 10Οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.Verse 11Ἐπιθυμήσατε οὖν τῶν λόγων μου, ποθήσατε καὶ παιδευθήσεσθε.Verse 12Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν.Verse 13Φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.Verse 14Ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.Verse 15Τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας διʼ αὐτὴν ταχέως ἀμέριμνος ἔσται.Verse 16Ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς, καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.Verse 17Ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη,Verse 18ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας,Verse 19ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ.Verse 20Ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.Verse 21Εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε·Verse 22Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλʼ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω, καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς, καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·Verse 23οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ.Verse 24Πλῆθος δὲ σοφῶν σωτηρία κόσμου, καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου.Verse 25Ὥστε παιδεύεσθε τοῖς ῥήμασί μου, καὶ ὠφεληθήσεσθε.