Wisdom of Solomon 16 — BRE

16Verse 1Διὰ τοῦτο διʼ ὁμοίων ἐκολάσθησαν ἀξίως, καὶ διὰ πλήθους κνωδάλον ἐβασανίσθησαν.Verse 2Ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου, εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν, τροφὴν ἡτοίμασας ὀρτυγομήτραν,Verse 3ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν, διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται, αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως.Verse 4Ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσι, τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο.Verse 5Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθε θηρίων θυμὸς, δήγμασί τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου.Verse 6Εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν, σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου.Verse 7Ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.Verse 8Καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ.Verse 9Οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ησαν ὑπὸ τοιούτων κολασθῆναι.Verse 10Τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθε καὶ ἰάσατο αὐτούς.Verse 11Εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο, καὶ ὀξέως διεσώζοντο, ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην, ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.Verse 12Καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτοὺς, ἀλλὰ ὁ σός Κύριε λόγος ὁ πάντα ἰώμενος.Verse 13Σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις, καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις.Verse 14Ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει, οὐδὲ ἀναλύει ψυχὴν παραληφθεῖσαν.Verse 15Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν.Verse 16Ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς, ἐν ἰσχύϊ βραχίονός σου ἐμαστιγώθησαν, ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις, καὶ πυρὶ καταναλισκόμενοι.Verse 17Τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννῦντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ· ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶ δικαίων.Verse 18Ποτὲ μὲν γὰρ ἡμεροῦτο φλὸξ, ἵνα μὴ καταφλέξῃ τὰ ἐπʼ ἀσεβεῖς ἀπεσταλμένα ζῶα, ἀλλʼ αὐτοὶ βλέποντες ἴδωσιν, ὅτι Θεοῦ κρίσει ἐλαύνονται.Verse 19Ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δυναμιν φλέγει, ἵνα ἀδίκου γῆς γεννήματα διαφθείρῃ.Verse 20Ἀνθʼ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸ λαόν σου, καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπʼ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως, πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν.Verse 21Ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα ἐνεφάνισε, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν, πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.Verse 22Χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ, καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγομένον, ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον.Verse 23Τοῦτο πάλιν δʼ ἵνα τραφῶσι δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλελῆσθαι δυνάμεως.Verse 24Ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων, καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν εἰς σὲ πεποιθότων.Verse 25Διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη, τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρετεῖ, πρὸς τὴν τῶν δεομένων θέλησιν·Verse 26ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ῥῆμά σου τούς σοι πιστεύοντας διατηρεῖ.Verse 27Τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον, ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο·Verse 28ὅπως γνωστὸν ᾖ, ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπʼ εὐχαριστίαν σου, καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι.Verse 29Ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?