Wisdom of Solomon 15 — BRE

15Verse 1Σὺ δὲ ὁ Θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθὴς, μακρόθυμος καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα.Verse 2Καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα δὲ, εἰδότες ὅτι σοὶ λελογίσμεθα.Verse 3Τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι τὸ κράτος σου ῥίζα ἀθανασίας.Verse 4Οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασι διηλλαγμένοις.Verse 5ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται, ποθεῖ, τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.Verse 6Κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων, καὶ οἱ δρῶντες, καὶ οἱ ποθοῦντες, καὶ οἱ σεβόμενοι.Verse 7Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον, πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστον. ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη, τά τε ἐναντία, πάνθʼ ὁμοίως· τούτων δὲ ἑκατέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός.Verse 8Καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ ἐκ γῆς γεννηθεὶς μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.Verse 9Ἀλλʼ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται, καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.Verse 10Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηδοῦ τε ἀτιμότερος ὁ βίος αὐτον·Verse 11ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα πνεῦμα ζωτίκον.Verse 12Ἀλλʼ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον πανεγυρισμὸν ἐπικερδῆ· δεῖν γάρ φησιν ὅθεν δὴ κᾂν ἐκ κακοῦ πορίζειν.Verse 13Οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.Verse 14Πάντες δʼ ἀφρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου, οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν.Verse 15Ὅτι καὶ πάντα εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεοὺς, οἷς οὔτε ὁμμάτων χρῆσις εἰς ὅρασιν, οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος, οὔτε ὦτα ἀκούειν, οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.Verse 16Ἄνθρωπος γὰρ ἐποίησεν αὐτοὺς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·Verse 17θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστι τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.Verse 18Καὶ τὰ ζῶα δὲ τὰ ἔχθιστα σέβονται, ἄνοια γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα.Verse 19Οὐδʼ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζώων ὄψει καλὰ τυγχάνει, ἐκπέφευγε δὲ καὶ τὸν τοῦ Θεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?