Tools
Commentary

Ruth 2 — BRE

See Hebrew/Greek in BSB →

2Verse 1Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς, ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.Verse 2Καὶ εἶπε Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νωεμὶν, πορεῦθω δὴ εἰς ἀγρὸν, καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ, πορεύου, θύγατερ.Verse 3Καὶ ἐπορεύθη· καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθε τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ, τοῦ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ.Verse 4Καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ, καὶ εἶπε τοῖς θερίζουσι, Κύριος μεθʼ ὑμῶν· καὶ εἶπον αὐτῷ, εὐλογήσαι σε Κύριος.Verse 5Καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας, τίνος ἡ νεᾶνις αὕτη;Verse 6Καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας, καὶ εἶπεν, ἡ παῖς ἡ Μωαβίτις ἐστὶν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωάβ·Verse 7Καὶ εἶπε, συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.Verse 8Καὶ εἶπε Βοὸζ πρὸς Ῥοὺθ, οὐκ ἤκουσας θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ· καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν, ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου.Verse 9Οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρὸν οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη, καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια.Verse 10Καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε πρὸς αὐτὸν, τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;Verse 11Καὶ ἀπεκρίθη Βοὸζ, καὶ εἶπεν αὐτῇ, ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου· καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ τὴν γῆν γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης.Verse 12Ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου· γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραὴλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.Verse 13Ἡ δὲ εἶπεν, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.Verse 14Καὶ εἶπεν αὐτῇ Βοὸζ, ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει· καὶ ἐκάθισε Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων· καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε,Verse 15Καὶ ἀνέστη τοῦ συλλέγειν· καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ, λέγων, καί γε ἀναμέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·Verse 16Καὶ βαστάζοντες βαστάσατε αὐτῇ, καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ φάγεται, καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.Verse 17Καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας, καὶ ἐῤῥάβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.Verse 18Καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε· καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη.Verse 19Καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς, ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος· καὶ ἀνήγγειλε Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε, τὸ ὄνομα τοῦ ἀνδρὸς μεθʼ οὗ ἐποίησα σήμερον Βοόζ.Verse 20Εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων· καὶ εἶπεν αὐτῇ Νωεμὶν, ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.Verse 21Καὶ εἶπε Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς, καί γε ὅτι εἶπε πρὸς μέ, μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητὸν ὃς ὑπάρχει μοι.Verse 22Καὶ εἶπε Νωεμὶν πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς, ἀγαθὸν θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτου, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.Verse 23Καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν, ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?