Ruth 1 — BRE
1Verse 1ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωὰβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ δύο υἱοὶ αὐτοῦ.Verse 2Καὶ ὄνομα τῷ ἀνδρὶ Ἐλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμὶν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν, καὶ Χελαιὼν, Ἐφραθαῖοι ἐκ Βηθλεὲμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ, καὶ ἦσαν ἐκεῖ.Verse 3Καὶ ἀπέθανεν Ἐλιμέλεχ ὁ ἀνὴρ τῆς Νωεμὶν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.Verse 4Καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας· ὄνομα τῇ μιᾷ, Ὀρφά· καὶ ὄνομα τῇ δευτέρᾳ, Ῥούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.Verse 5Καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλὼν καὶ Χελαιών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.Verse 6Καὶ ἀνεστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς, καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωὰβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.Verse 7Καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετʼ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.Verse 8Καὶ εἶπε Νωεμὶν, ταῖς δυσὶ νύμφαις αὐτῆς, πορεύεσθε δὴ, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μεθʼ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετʼ ἐμοῦ·Verse 9Δῴη Κύριος ὑμῖν καὶ εὕρητε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔλαυσαν.Verse 10Καὶ εἶπαν αὐτῇ, μετὰ σου ἐπιστρέφομεν εἰς τὸν λαόν σου.Verse 11Καὶ εἶπε Νωεμὶν, ἐπιστράφητε δὴ θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετʼ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;Verse 12Ἐπιστράφητε δὴ θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἐστί μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ, καὶ τέξομαι υἱούς·Verse 13Μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθώσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.Verse 14Καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς, καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς· Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.Verse 15Καὶ εἶπε Νωεμῖν πρὸς Ῥοὺθ, ἰδοὺ ἀνέστρεψε σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.Verse 16Εἶπε δὴ Ῥοῦθ, μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου·Verse 17Καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κᾀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.Verse 18Ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετʼ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.Verse 19Ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ· καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὰς εἰς Βηθλεὲμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπʼ αὐταῖς, καὶ εἶπον, εἰ αὕτη ἐστὶ Νωεμίν;Verse 20Καὶ εἶπε πρὸς αὐτὰς, μὴ δὴ καλεῖτέ με Νωεμίν· καλέσατέ με πικρὰν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.Verse 21Ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμὶν, καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με;Verse 22Καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ῥοὺθ ἡ Μωαβίτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.