Jeremiah 12 — BRE
12Verse 1Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;Verse 2Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν.Verse 3Καὶ σύ Κύριε γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.Verse 4Ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῆ; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν.Verse 5Σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφʼ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σου πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου;Verse 6Ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρὸς σὲ καλά.Verse 7Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.Verse 8Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπʼ ἐμὲ τὴν φωνὴν αὐτῆς, διατοῦτο ἐμίσησα αὐτήν.Verse 9Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.Verse 10Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον,Verse 11ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας· διʼ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.Verse 12Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπʼ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.Verse 13Σπείρατε πυροὺς, καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου.Verse 14Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραὴλ, ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.Verse 15Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτοὺς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.Verse 16Καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσεται ἐν μέσῳ τοῦ λαοῦ μου.Verse 17Ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.