Tools
Commentary

Jeremiah 11 — BRE

See Hebrew/Greek in BSB →

11Verse 1Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ΛΕΓΩΝ,Verse 2Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ,Verse 3καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης,Verse 4ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν·Verse 5Ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καθὼς ἡ ἡμέρα αὕτη· καὶ ἀπεκρίθην καὶ εἶπα, γένοιτο Κύριε.Verse 6Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, λέγων, ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ ποιήσατε αὐτούς.Verse 8Καὶ οὐκ ἐποίησαν.Verse 9Καὶ εἶπε Κύριος πρὸς μὲ, εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλήμ·Verse 10Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς· καὶ διεσκέδασεν οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν.Verse 11Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν· καὶ κεκράξονται πρὸς μὲ, καὶ οὐκ εἰσακούσομαι αὐτῶν.Verse 12Καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ κεκράξονται πρὸς τοὺς θεοὺς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν.Verse 13Ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῇ Βάαλ.Verse 14Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.Verse 15Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ;Verse 16Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου, εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπʼ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς·Verse 17Καὶ Κύριος ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅ, τι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ.Verse 18Κύριε γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.Verse 19Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.Verse 20Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τῆν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.Verse 21Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μὴ, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν·Verse 22Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,Verse 23καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?