Ezra 22 — BRE

22Verse 1Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβάντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραΐα, Ἱερεμία, Ἔσδρα,Verse 2Ἀμαρία, Μαλοὺχ,Verse 3Σεχενία·Verse 7Οὗτοι οἱ ἄρχοντες τῶν ἱερέων, καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοί·Verse 8Καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουὶ, Καδμιὴλ, Σαραβία, Ἰωδαὲ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς, καὶ οἱ ἀδελφοὶ αὐτῶνVerse 9εἰς τὰς ἐφημερίας.Verse 10Καὶ Ἰησοὺς ἐγέννησε τὸν Ἰωακὶμ, καὶ Ἰωακὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαὲ,Verse 11καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδού.Verse 12Καὶ ἐν ἡμέραις Ἰωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, τῷ Σαραΐα, Ἀμαρία· τῷ Ἱερεμία, Ἀυανία·Verse 13Τῷ Ἔσδρᾳ Μεσουλάμ· τῷ Ἀμαρία, Ἰωανάν·Verse 14τῷ Ἀμαλοὺχ, Ἰωνάθαν· τῷ Σεχενία, Ἰωσήφ·Verse 15Τῷ Ἀρὲ, Μαννάς· τῷ Μαριὼθ, Ἐλκαΐ·Verse 16τῷ Ἀδαδαῒ, Ζαχαρία· τῷ Γαναθὼθ, Μεσολάμ·Verse 17Τῷ Ἀβιὰ, Ζεχρί· τῷ Μιαμὶν, Μααδαί· τῷ Φελετὶ, τῷ βαλγὰς, Σαμουέ· τῷ Σεμία, Ἰωνάθαν·Verse 18Τῷ Ἰωαρὶβ,Verse 19Ματθαναΐ τῷ Ἐδίῳ, Ὀζί.Verse 20Τῷ Σαλαῒ, καλλαΐ· τῷ Ἀμὲκ, Ἀβέδ·Verse 21Τῷ Ἐλκίᾳ, Ἀσαβιας· τῷ Ἰσδεϊοὺ, ΝαθαναήλVerse 22Οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασὶβ, Ἰωαδὰ, καὶ Ἰωὰ, καὶ Ἰωανὰν, καὶ Ἰδούα, γεγραμμένοι ἄρχοντες τῶυ πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου.Verse 23Υἱοὶ δὲ Λυεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν, καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ.Verse 24Καὶ οἱ ἄρχοντες τῶν Λευιτῶν, Ἀσαβία, καὶ Σαραβία, καὶ Ἰησοῦ· καὶ υἱοὶ Καδμιὴλ καὶ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὕμνον αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ ἐφημερίαν πρὸς ἐφημερίαν.Verse 25Ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺςVerse 26ἐν ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰησοῦ, υἱοῦ Ἰωσεδὲκ, καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ὁ ἱερεὺς γραμματεύς.Verse 27Καὶ ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ἱερουσαλὴμ, ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθὰ, καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες, καὶ ψαλτήρια, καὶ κινύραι.Verse 28Καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ, καὶ ἀπὸ ἐπαύλεων,Verse 29καὶ ἀπὸ ἀγρῶν, ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἰερουσαλήμ.Verse 30Καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος.Verse 31Καὶ ἀνήνεγκαν τοὺς ἄρχοντας Ἰούδα ἐπάνω τοῦ τείχους· καὶ ἔστησαν δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τεὶχους τῆς κοπρίας.Verse 32Καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν Ὠσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰούδα,Verse 33καὶ Ἀζαρίας, καὶ Ἔσδρας, καὶ Μεσολλὰμ,Verse 34καὶ Ἰούδα, καὶ Βενιαμὶν, καὶ Σαμαΐας, καὶ Ἱερεμὶα.Verse 35Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἐν σάλπιγξι, Ζαχαρίας υἱὸς Ἰωνὰθαν, υἱὸς Σαμαΐα, υἱὸς Ματθανία, υἱὸς Μιχαία, υἱὸς Ζακχοὺρ, υἱὸς Ἀσάφ·Verse 36Καὶ ἀδελφοὶ αὐτοῦ, Σαμαΐα, καὶ Ὀζιὴλ, Γελὼλ, Ἰαμὰ, Ἀΐα, Ναθαναὴλ, καὶ Ἰούδα, Ανανὶ, τοῦ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου τοῦ Θεοῦ· καὶ Ἔσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν ἐπὶ πύλης,Verse 37τοῦ αἰνεῖν κατέναντι αὐτῶν· καὶ ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ, καὶ ἕως τῆς πύλης τοῦ ὕδατοςVerse 39Ἐφραὶμ, καὶ ἐπὶ τὴν πύλην ἰχθυρὰν, καὶ πύργῳ Ἁναμεὴλ, καὶ ἕως πύλης τῆς προβατικῆς.Verse 42Καὶ ἠκούσθησαν οἱ ᾄδοντες, καὶ ἐπεσκέπησαν.Verse 43Καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα, καὶ ηὐφράνθησαν, ὅτι ὁ Θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.Verse 44Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων, τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς, καὶ ταῖς δεκάταις, καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσι τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἐν Ἰούδα ἐπὶ τοὺς ἱερεῖς, καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας.Verse 45Καὶ ἐφύλαξαν φυλακὰς Θεοῦ αὐτῶν, καὶ φυλακὰς τοῦ καθαρισμοῦ, καὶ τοὺς ᾄδοντας, καὶ τοὺς πυλωρούς, ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ.Verse 46Ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπʼ ἀρχῆς πρῶτος τῶν ᾀδόντων, καὶ ὕμνον καὶ αἴνεσιν τῷ Θεῷ,Verse 47καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ καὶ ἐν ταῖς ἡμέραις Νεεμίου, διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?