Ezra 21 — BRE
21Verse 1Καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ἱερουσαλήμ· καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ἱερουσαλὴμ πόλει τῇ ἁγίᾳ, καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι.Verse 2Καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ἱερουσαλήμ.Verse 3Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν Ἰσραὴλ, οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ναθιναοι, καὶ οἱ υἱοὶ δούλων Σαλωμών·Verse 4Καὶ ἐν Ἱερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν Ἰούδα, καὶ ἀπὸ υἱῶν Βενιαμίν· Ἀπὸ υἱῶν Ἰούδα, Ἀθαΐα υἱὸς Ἀζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεήλ· καὶ ἀπὸ τῶν υἱῶν Φαρὲς,Verse 5καὶ Μαασία υἱὸς Βαροὺχ, υἱὸς Χαλαζὰ, υἱὸς Ὀζία, υἱὸς Ἀδαΐα, υἱὸς Ἰωαρὶβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί.Verse 6Πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν Ἱερουσαλὴμ, τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως.Verse 7Καὶ οὗτοι υἱοὶ Βενιαμὶν, Σηλὼ υἱὸς Μεσουλὰμ, υἱὸς Ἰωὰδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς Ἐθιὴλ, υἱὸς Ἰεσία,Verse 8καὶ ὀπίσω αὐτοῦ Γηβὲ, Σηλὶ, ἐννακόσιοι εἰκοσιοκτώ.Verse 9Καὶ Ἰωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπʼ αὐτούς· καὶ Ἰούδα υἱὸς Ἀσανὰ ἀπὸ τῆς πόλεως, δεύτερος.Verse 10Ἀπὸ τῶν ἱερέων· καὶ Ἰαδία υἱὸς Ἰωαρὶβ, Ἰαχὶν.Verse 11Σαραία υἱὸς Ἐλχία, υἱὸς Μεσουλὰμ, υἱὸς Σαδδοὺκ, υἱὸς Μαριὼθ, υἱὸς Αἰτὼθ, ἀπέναντι οἴκου τοῦ Θεοῦ.Verse 12Καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου, ὀκτακόσιοι εἰκοσιδύο· καὶ Ἀδαΐα υἱὸς Ἱεροὰμ, υἱοῦ Φαλαλία, υἱοῦ Ἀμασὶ, υἱὸς Ζαχαρία, υἱὸς Φασσοὺρ, υἱὸς Μελχία,Verse 13καὶ ἀδελφοὶ αὐτοῦ ἄρχοντες πατριῶν, διακόσιοι τεσσαρακονταδύο· καὶ Ἀμασία υἱὸς Ἐσδριὴλ, υἱοῦ Μεσαριμὶθ, υἱοῦ Ἐμμὴρ,Verse 14καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως, ἐκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων.Verse 15Καὶ ἀπὸ τῶν Λευιτῶν, Σαμαΐα υἱὸς Ἐσρικὰμ, Ματθανίας υἱὸς Μιχὰ,Verse 17καὶ Ἰωβὴβ υἱὸς Σαμουῒ,Verse 18διακόσιοι ὀγδοηκοντατέσσαρες.Verse 19Καὶ οἱ πυλωροὶ, Ἀκοὺβ, Τελαμὶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο.Verse 22Καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανὶ, υἱὸς Οζὶ, υἱὸς Ἀσαβία, υἱὸς Μιχά· ἀπὸ υἱῶν Ἀσὰφ, τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ·Verse 23ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς.Verse 24Καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ,Verse 25καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν· καὶ ἀπὸ υἱῶν Ἰούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ,Verse 26καὶ ἐν Ἰησοὺ,Verse 27καὶ ἐν Βηρσαβεὲ,Verse 30καὶ ἐπαύλεις αὐτῶν Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ.Verse 31Καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς.Verse 36Καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ἰούδα τῷ Βενιαμίν.