Ezekiel 27 — BRE See Hebrew/Greek in BSB → 27Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων,Verse 2Καὶ σὺ υἱὲ ἀνθρώπου λάβε ἐπὶ Σὸρ θρῆνον,Verse 3καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν, ἀπὸ νήσων πολλῶν, τάδε λέγει Κύριος τῇ Σόρ,Verse 4Σὺ εἶπας, ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου, ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.Verse 5Κέδρος ἐν Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν, τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους,Verse 6ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ.Verse 7Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ, τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαὶ, καὶ ἐγένετο περιβόλαιά σου.Verse 8Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα, καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου.Verse 9Οἱ πρεσβύτεροι Βιβλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.Verse 10Πέρσαι, καὶ Λυδοὶ, καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.Verse 11Υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου· φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ, οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.Verse 12Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου.Verse 13Ἡ Ἑλλὰς, καὶ ἡ σύμπασα, καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου.Verse 14Ἐξ οἴκου Θογαρμὰ ἵπποι καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου.Verse 15Υἱοὶ Ῥοδίων ἔμποροί σου, ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου,Verse 16ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσὶς, καὶ Ῥαμὸθ, καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.Verse 17Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ, οὗτοι ἔμποροί σου, ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου.Verse 18Δαμασκὸς ἔμποροί σου, ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν, καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν.Verse 19Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχιὰς ἐν τῷ συμμίκτῳ σου ἐστί.Verse 20Δαιδὰν ἔμποροί σου, μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.Verse 21Ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε.Verse 22Ἔμποροι Σαββὰ, καὶ Ῥαμμὰ, οὗτοι ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λίθων χρηστῶν, καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου.Verse 23Χαῤῥὰ, καὶ Χαναὰ, οὗτοι ἔμποροί σου·Verse 24Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου, φέροντες ἐμπορίαν ὑάκινθον, καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοίνίοις, καὶ κυπαρίσσινα.Verse 25Πλοῖα ἔμποροί σου, ἐν τῷ πλήθει, ἐν τῷ συμμίκτῳ σου· καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.Verse 26Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου, τὸ πνεῦμα τοῦ Νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης.Verse 27Ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου, καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου, καὶ οἱ κυβερνῆταί σου, καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί· καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης, ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου.Verse 28Πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται.Verse 29Καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται, καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται.Verse 30Καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν, καὶ κεκράξονται πικρὸν, καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ σποδὸν στρώσονται.Verse 32Καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον, θρήνημα Σόρ·Verse 33Πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; Ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς.Verse 34Νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου.Verse 35Πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν.Verse 36Ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα. Chapter 26 Chapter 28
Ezekiel 27 — BRE
See Hebrew/Greek in BSB →