Tools
Commentary

Ezekiel 26 — BRE

See Hebrew/Greek in BSB →

26Verse 1Καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2Υἱὲ ἀνθρώπου, ἀνθʼ οὗ εἶπε Σὸρ ἐπὶ Ἱερουσαλὴμ, εὖγε συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρὸς μὲ, ἡ πλήρης ἠρήμωται·Verse 3Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ Σὸρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.Verse 4Καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ, καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπʼ αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν·Verse 5Ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι.Verse 6Καὶ αἱ θυγατέρες αὐτῆς ἐν πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.Verse 7Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ Σόρ τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ Βοῤῥᾶ, βασιλεὺς βασιλέων ἐστὶ, μεθʼ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.Verse 8Οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν, καὶ περιοικοδομήσει, καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα, καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·Verse 9Τὰ τείχη σου, καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ.Verse 10Ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν· καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου.Verse 11Ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει.Verse 12Καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ· καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ.Verse 13Καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι.Verse 14Καὶ δώσω σε λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος.Verse 15Διότι τάδε λέγει Κύριος Κύριος τῇ Σὸρ, οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου, ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπᾶσαι μάχαιραν ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσαι;Verse 16Καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν, καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται· ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται, καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν, καὶ στενάξουσιν ἐπὶ σὲ,Verse 17καὶ λήψονται ἐπὶ σὲ θρῆνον, καὶ ἐροῦσί σοι, πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινετὴ, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;Verse 18Καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου.Verse 19Ὅτι τάδε λέγει Κύριος Κύριος, ὅταν δῶ πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ κατακαλύψει σε ὕδωρ πολὺ,Verse 20καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς, μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς,Verse 21ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?