Ezekiel 16 — BRE See Hebrew/Greek in BSB → 16Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς,Verse 3καὶ ἐρεῖς, Τάδε λέγει Κύριος τῇ Ἱερουσαλὴμ, ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.Verse 4Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστοὺς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης,Verse 5οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ, τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ ᾗ ἐτέχθης.Verse 6Καὶ διῆλθον ἐπὶ σὲ, καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματί σου· καὶ εἶπά σοι, ἐκ τοῦ αἵματός σου ζωὴ,Verse 7πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε· σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.Verse 8Καὶ διῆλθον διὰ σοῦ, καὶ ἴδον σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι· καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος· καὶ ἐγένου μοι.Verse 9Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ.Verse 10Καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον· καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχαπτῳ,Verse 11καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου·Verse 12Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου·Verse 13Καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τριχαπτὰ, καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου καλὴ σφόδρα.Verse 14Καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Κύριος.Verse 15Κατεπεποίθεις ἐν τῷ κάλλει σου, καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον·Verse 16Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπʼ αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται.Verse 17Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς, καὶ ἐξεπόρνευσας ἐν αὐταῖς.Verse 18Καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου, καὶ περιέβαλες αὐτὰς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν.Verse 19Καὶ τοὺς ἄρτοὺς μου οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ τρὸ τροσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος.Verse 20Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,Verse 21καὶ ἔσφαξας τὰ τέκνα σου, καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς·Verse 22Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας.Verse 23Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος,Verse 24καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ,Verse 25καὶ ἐπʼ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμῄνω τὸ κάλλος σου· καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου,Verse 26καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με.Verse 27Ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας.Verse 28Καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ, καὶ οὐδʼ οὕτως ἐνεπλήσθης, καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.Verse 29Καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων, καὶ οὐδε ἐν τούτοις ἐνεπλήσθης.Verse 30Τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου·Verse 31Τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ, καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ· καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα.Verse 32Ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασαιν αὐτὴν προσεδίδου μισθώματα·Verse 33καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου.Verse 34Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν, ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα.Verse 35Διατοῦτο πόρνη ἄκουε λόγον Κυρίου.Verse 36Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου, καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς·Verse 37Διατοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠλάπησας, σὺν πᾶσιν οἷς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου,Verse 38καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.Verse 39Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου, καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου· καὶ ἀφήσουσί σε γυμνὴν, καὶ ἀσχημονοῦσαν.Verse 40Καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν.Verse 41Καὶ ἐυπρήσουσι τοὺς οἴκους σου πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ πορνείας, καὶ μισθώματα οὐ μὴ δώσω οὐκέτι.Verse 42Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ· καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω οὐκέτι.Verse 43Ἀνθʼ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.Verse 44Ταῦτά ἐστι πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες, καθὼς ἡ μήτηρ,Verse 45καὶ ἡ θυγάτηρ θυγάτηρ τῆς μητρός σου· σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς, καὶ ἀδελφαὶ τῶν ἀδελφῶν σου αἱ ἀπωσάμεναι τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ Ἀμοῤῥαῖος.Verse 46Ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου, ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.Verse 47Καὶ οὐδʼ ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν, καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.Verse 48Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.Verse 49Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία, ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.Verse 50Καὶ ἐμεγαλαύχουν, καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ· καὶ ἐξῇρα αὐτὰς καθὼς ἴδον.Verse 51Καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας.Verse 52Καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.Verse 53Καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν·Verse 54Ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ παροργίσαι με.Verse 55Καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπʼ ἀρχῆς· καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπʼ ἀρχῆς ἦτε.Verse 56Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου·Verse 57πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ.Verse 58Τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτὰς, λέγει Κύριος.Verse 59Τάδε λέγει Κύριος, καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.Verse 60Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.Verse 61Καὶ μνησθήσῃ τὴν ὁδόν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου.Verse 62Καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνῶσῃ ὅτι ἐγὼ Κύριος·Verse 63Ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί με σοὶ κατὰ πάντα ὅσα ἐποίησας, λέγει Κύριος. Chapter 15 Chapter 17
Ezekiel 16 — BRE
See Hebrew/Greek in BSB →