Ezekiel 15 — BRE
15Verse 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,Verse 2Καὶ σὺ υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ;Verse 3Εἰ λήψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμᾶσαι ἐπʼ αὐτὸν πᾶν σκεῦος;Verse 4Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀναλωσιν, τὴν κατʼ ἐνιαυτὸν κάθαρσιν ἀπʼ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν;Verse 5Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν; μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν.Verse 6Διὰ τοῦτο εἰπὸν, Τάδε λέγει Κύριος, ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἰερουσαλήμ.Verse 7Καὶ δώσω τὸ πρόσωπόν μου ἐπʼ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταφάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπʼ αὐτούς.Verse 8Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθʼ ὧν παρέπεσον παραπτώματι, λέγει Κύριος.