Tools
Commentary

Exodus 23 — BRE

See Hebrew/Greek in BSB →

23Verse 1Οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος.Verse 2Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐ προστεθήσῃ μετὰ πλήθους ἐκκλῖναι μετὰ τῶν πλειόνων, ὥστε ἑκκλεῖσαι κρίσιν.Verse 3Καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.Verse 4Ἐὰν δὲ συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ.Verse 5Ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συναρεῖς αὐτὸ μετʼ αὐτοῦ.Verse 6Οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτοῦ.Verse 7Ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς· καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων.Verse 8Καὶ δῶρα οὐ λήψῃ· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαῖνεται ῥήματα δίκαια.Verse 9Καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.Verse 10Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου, καὶ συνάξεις τὰ γεννήματα αὐτῆς.Verse 11Τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις, καὶ ἀνήσεις αὐτὴν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου· τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία· οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου, καὶ τὸν ἐλαιῶνά σου.Verse 12Ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀνάπαυσις· ἵνα ἀναπαύσηται ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος.Verse 13Πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε· καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.Verse 14Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.Verse 15Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου· οὐκ ὀφθήσῃ ἐνώπίον μου κενός.Verse 16Καὶ ἑορτὴν θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπʼ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου.Verse 17Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.Verse 18Ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη ἀπὸ προσώπου σου, καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυμιάματός μου, οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωΐ.Verse 19Τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων τῆς γνς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου· οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.Verse 20Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι.Verse 21Πρόσεχε σεαυτῷ, καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπʼ αὐτῷ.Verse 22Ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ ποιήσῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου, καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι.Verse 23Πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου, καὶ εἰσάξει σε πρὸς τὸν Ἀμοῤῥαῖον, καὶ Χετταῖον, καὶ Φερεζαῖον, καὶ Χαναναῖον, καὶ Γεργεσαῖον, καὶ Εὑαῖον, καὶ Ἰεβουσαῖον, καὶ ἐκτρίψω αὐτούς.Verse 24Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν· ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.Verse 25Καὶ λατρεύσεις Κυρίῳ τῷ Θεῷ σου· καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου, καὶ ἀποστρέψω μαλακίαν ἀφʼ ὑμῶν.Verse 26Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρῶν ἀναπληρώσω.Verse 27Καὶ τὸν φόβον ἀποστελῶ ἡγούμενόν σου, καὶ ἐκστήσω πάντα τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύῃ εἰς αὐτούς· καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας.Verse 28Καὶ ἀποστελῶ τὰς σφηκίας προτέρας σου· καὶ ἐκβαλεῖς τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Εὑαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Χετταίους ἀπὸ σοῦ.Verse 29Οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνὶ, ἵνα μὴ γένηται ἡ γῆ ἔρημος, καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς.Verse 30Κατὰ μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν.Verse 31Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἕως τῆς θαλάσσης τῆς Φυλιστιείμ· καὶ ἀπὸ τῆς ἐρήμου, ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.Verse 32Οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς θεοῖς αὐτῶν διαθήκην.Verse 33Καὶ οὐκ ἐνκαθήσονται ἐν τῇ γῇ σου, ἵνα μὴ ἁμαρτεῖν σε ποιήσωσι πρὸς μέ· ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκομμα.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?