Tools
Commentary

Exodus 22 — BRE

See Hebrew/Greek in BSB →

22Verse 1Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος.Verse 2Ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπʼ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται· ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.Verse 3Ἐὰν δὲ καταλειφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτίσει.Verse 4Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει.Verse 5Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμπρήσῃ ἅλωνας ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας.Verse 6Ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν.Verse 7Ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφʼ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον,Verse 8κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου, καὶ ὑποζυγίου, καὶ προβάτου, καὶ ἱματίου, καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης· ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ, ἀποτίσει διπλοῦν τῷ πλησίον.Verse 9Ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ,Verse 10ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει.Verse 11Ἐὰν δὲ κλαπῇ παρʼ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ·Verse 12Ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.Verse 13Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ᾖ μετʼ αὐτοῦ, ἀποτίσει.Verse 14Ἐὰν δὲ ὁ κύριος ᾖ μετʼ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.Verse 15Ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετʼ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα.Verse 16Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθʼ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων.Verse 17Φαρμακοὺς οὐ περιποιήσετε.Verse 18Πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποκτενεῖτε αὐτούς.Verse 19Ὁ θυσιάζων θεοῖς θανάτῳ ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ.Verse 20Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γάρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ.Verse 21Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε.Verse 22Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν,Verse 23καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά.Verse 24Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον.Verse 25Ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ·Verse 26Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; Ἐὰν οὖν καταβοήσῃ πρός μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι.Verse 27Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς.Verse 28Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί.Verse 29Οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό.Verse 30Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι· καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?