Baruch 4 — BRE

4Verse 1Αὑτὴ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν, εἰς ζωήν· οἱ δὲ καταλείποντες αὐτὴν, ἀποθανοῦνται.Verse 2Ἐπιστρέφου Ἱακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.Verse 3Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.Verse 4Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι.Verse 5Θαρσεῖτε λαός μου, μνημόσυνον Ἰσραήλ.Verse 6Ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ τὸ παροργίσαι ὑμᾶς τὸν Θεόν· παρεδόθητε τοῖς ὑπεναντίοις.Verse 7Παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς, θύσαντες δαιμονίοις, καὶ οὐ Θεῷ.Verse 8Ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ἡμᾶς Ἱερουσαλήμ.Verse 9Εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ, καὶ εἶπεν, ἀκούσατε αἱ πάροικοι Σιὼν, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα.Verse 10Εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.Verse 11Ἔθρεψα γὰρ αὐτοὺς μετʼ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.Verse 12Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθήσῃ ὑπὸ πολλῶν, ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ,Verse 13καὶ δικαιώματα αὐτοῦ οὐκ ἔγνωσαν, οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.Verse 14Ἐλθέτωσαν αἱ πάροικοι Σιὼν, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.Verse 15Ἐπήγαγε γὰρ ἐπʼ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον· ὅτι οὐκ ᾐσχύνθησαν πρεσβύτην, οὐδὲ παιδίον ἠλέησαν,Verse 16καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.Verse 17Ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν; Ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ, ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.Verse 18Βαδίζετε τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείφθην ἔρημος.Verse 19Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης,Verse 20ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου· κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.Verse 21Θαῤῥεῖτε τέκνα, βοήσατε πρὸς τὸν Θεὸν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρος ἐχθρῶν.Verse 22Ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν· καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.Verse 23Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.Verse 24Ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.Verse 25Τέκνα μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν, κατεδίωξέ σε ὁ ἐχθρὸς, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.Verse 26Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ᾔρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.Verse 27Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεὸν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.Verse 28Ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.Verse 29Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ, ἐπάξει ὑμῖν τὴν αἱώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.Verse 30Θάρσει Ἱερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.Verse 31Δείλαιοι οἱ σὲ κακώσαντες, καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει·Verse 32Δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.Verse 33Ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει, καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.Verse 34Καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος.Verse 35Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.Verse 36Περίβλεψον πρὸς ἀνατολὰς Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην.Verse 37Ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?