Baruch 3 — BRE

3Verse 1Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ.Verse 2Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου·Verse 3ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.Verse 4Κύριε παντοκράτωρ ὁ Θεὸς Ἰσραὴλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραὴλ, καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς σου Θεοῦ αὐτῶν, καὶ ἐκολλήθη ἡμῖν τὰ κακά.Verse 5Μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ·Verse 6ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ αἰνέσομέν σε Κύριε·Verse 7Ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου· καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου.Verse 8Ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ ἡμῶν.Verse 9Ἄκουε Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν.Verse 10Τί ἐστιν Ἰσραήλ; τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς,Verse 11προσελογίσθης μετὰ τῶν εἰς ᾅδου,Verse 12ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας.Verse 13Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.Verse 14Μάθε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστιν σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη.Verse 15Τίς εὗρε τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς;Verse 16Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς,Verse 17οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν;Verse 18Ὅτι οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν.Verse 19Ἠφανίσθησαν, καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντʼ αὐτῶν.Verse 20Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν,Verse 21οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόῤῥω ἐγενήθησαν.Verse 22Οὐδὲ ἠκούσθη ἐν Χαναὰν, οὐδὲ ὤφθη ἐν Θαιμάν.Verse 23Οἵτε υἱοὶ Ἄγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν οἱ ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μεῤῥὰν, καὶ Θαιμὰν, καὶ οἱ μυθολόγοι, καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως, ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς.Verse 24Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ; καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ;Verse 25Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος.Verse 26Ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ, ἀπʼ ἀρχῆς γενόμενοι εὐμεγέθεις, ἐπιστάμενοι πόλεμον.Verse 27Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς.Verse 28Καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.Verse 29Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν;Verse 30Τίς διέβη πέραν τῆς θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;Verse 31Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς.Verse 32Ἀλλʼ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων.Verse 33Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·Verse 34Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, πάρεσμεν· ἔλαμψαν μετʼ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς.Verse 35Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.Verse 36Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπʼ αὐτοῦ.Verse 37Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?