4 Maccabees 13 — BRE
13Verse 1Εἰ δὲ τοίνυν τῶν μέχρι θανάτου πόνων ὑπερεφρόνησαν οἱ ἑπτὰ ἀδελφοὶ, συνομολογεῖται πανταχόθεν, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.Verse 2Ὤσπερ γὰρ εἰ τοῖς πάθεσιν σουλωθέντες ἐμιεροφάγησαν, ἐλέγομεν γὰρ αὐτοὺς τούτοις νενικῆσθαι.Verse 3Νυνὶ δὲ οὐχ οὕτως· ἀλλὰ τῷ ἐπαινουμένῳ λογισμῷ παρὰ περιεγένοντο τῶν παθῶν.Verse 4Καὶ οὐκ ἐστὶν παριδεῖν τὴν ἡγεμονίαν· ἐπεκρὰτησεν γὰρ καὶ πὰθους καὶ πὸνων.Verse 5Πῶς οὖν οὐκ ἐστὶν τούτοις τὴν εὐλογιστίας παθοκρὰτειαν ὁμολογεῖν, οἱ τῶν μὲν διὰ πυρὸς ἀλγησόνων οὐκ ἐπεστράφησαν;Verse 6Καθάπερ γὰρ προπλήταις λιμένων πύργοις τὰς κυμάτων ἀπειλὰς ἀνακόπτοντες, γαληνὸν παρὲχουσιν τοῖς εἰσπλέουσιν τὸν ὅρμον.Verse 7Οὕτος ἡ ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παθῶν ἐνίκησεν ἀκολασίαν.Verse 8Ἱερὸν γὰρ εὐσεβείαν στήσαντες χορὸν παρεθάρσυνον ἀλλήλους, λέγοντες,Verse 9ἀδελφικῶς ἀποθάνοιμεν, ἀδελφοὶ, περὶ τοῦ νόμον· μιμησώμεθα τούς τρεῖς τοὺς ἐπὶ Ἀσσυρίας νεανίσκους, οἵ τῆς ἰσεπόλιδος καμίνου κατεφρόνησαν.Verse 10Μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβείας ἀπόδειξιν.Verse 11Καὶ ὁ μὲν, θάῤῥει ἀδελφὲ, ἔλεγεν, ὁ δὲ, εὐγενῶς καρτέρησον.Verse 12Ὁ δὲ, ἔλεγεν, μνήσθητε πόθεν ἐστὲ, ἢ τίνος πατρὸς χειρὶ σφαγιασθῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν ὁ Ἰσαάκ.Verse 13Εἶς δὲ ἕκαστος καὶ ἀλλήλους ὁμοῦ πάντες ἐφόρων φαιδροὶ καὶ μάλα θαῤῥαλέοι, ἐαυτοὺς, ἔλεγον, τῷ Θεῷ ἀφιερώσωμεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχὰς, καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον φυλακῇ τὰ σώματα.Verse 14Μὴ φοβηθῶμεν τὸν δοκοῦντα ἀποκτενεῖνVerse 15Μέγας γὰρ ψυξῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσιν τῆν ἐντολὴν τοῦ Θεοῦ.Verse 16Καθοπλισώμεθα τοιγαροῦν τῇ τοῦ θείου λογισμοῦ παθοκρατείᾳ.Verse 17Οὕτως παθόντας ἡμᾶς Αβραὰμ καὶ Ἰακὼβ ὑποδέξονται, καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν.Verse 18Καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποστωμένων αὐτῶν ἀδελφῶν ἔλεγον οἱ περιλειπόμενοι, μὴ καταισχύνῃς ἡμᾶς ἀδελφὲ, μηδὲ ἀδελφὲ, μηδὲ ψεύσῃ τούς προαποθανόντας.Verse 19Οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀνθρωπότητος φίλτρα, ἅπερ ἡ θεία καὶ πάνσοφος πρόνοια διὰ τῆς μητρῴας φυτεύσασα γαστρός·Verse 20ἐν ᾗ τὸν ἶσον ἀδελφοὶ κατοικήσαντες χρόνον, καὶ ἐν τῷ αὐτῳ χρόνῳ πλασθέντες, καὶ ἀπὸ τοῦ αὐτῷ αἵματος ἀξηθέντες, καὶ δια τῆς αὐτῆς ψυχῆς τελεσφορηθέντες,Verse 21καὶ διὰ τῶν ἴσων ἀποτεχθέντες χρόνον, καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀφʼ οὗ συντέφονται ἐν ἐναγκαλισμάτων φιλάδελφοι ψυχαί·Verse 22καὶ αὔξοντες σφοδρότερον διὰ συντροφίας, καὶ τῆς καθʼ ἠμέραν συνηθείας, καὶ τῆς ἄλλης παιδείας, καὶ τῆν ἡμετέρας ἐν νόμῳ Θεοῦ ἀσκήσεως.Verse 23Οὕτως δὲ τοίνυν καθεστηκυίας τῆς φιλαδελφίας συμπαθούσης, οἱ ἑπτὰ ἀδελφοὶ συμπαθέστερον ἔσχον τὴν πρὸς ἀλλήλους ὁμόνοιαν.Verse 24Νόμῳ γὰρ τῷ αὐτῷ παιδευθέντες, καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς, καὶ τῷ δικαίῳ συντραφέντες βίῳ, μᾶλλον ἐπʼ αὐτοὺς ἥγαγον.Verse 25Ἡ γὰρ ὁμοζηλία τῆς καλοκᾳγαθίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους ὁμόνοιαν.Verse 26Σὺν γάρ τῇ εὐσεβείᾳ ποθεινοτέραν αὐτοῖς κατεσκεύαζεν τὴν φιλαδελφίαν.Verse 27Ἀλλʼ ὁμοίως καίπερ τῆς φύσεως καὶ τῆς συνηθείας καὶ τῶν τῆς ἀρετῆς ἠθῶν τὰ τῆς ἀδελφότητος αὐτοῖν φίλτρα συναυξόντων, ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺν ἀδελφοὺς οἱ ὑπολελειμμένοι τοὺς καταικιζομένους, ὁρῶντες μέχρι θανάτου βασανιζομένους.