4 Maccabees 12 — BRE
12Verse 1Ὡς δὲ καὶ οὗτος μακαρίως ἐναπέθανεν καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος.Verse 2Ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθεὶς, ὁρῶν ἤση τὰ δεσμὰ περικείμενον,Verse 3πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων,Verse 4Τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τὲλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν, σὺ, εἰ μὲν μὴ πεισθείης, τὰλας βασανισθεὶς καὶ πασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.Verse 5Πεισθείης δὲ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.Verse 6Καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὄπως αὐτὴν ἐμεήσαν υἱῶν στερηθῖσαν παρορμήσειεν ἐπὶ τὴν μσωτηρίαν, εὐπειθῆ τὸν περιλειπόμενον.Verse 7Ὁ δὲ τῆν μητρὸς τῇ Ἐβραΐδι φωνῇ προτρεψαμένης· αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον.) ἀπολύσατε με, φησίν·Verse 8εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν.Verse 9Καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.Verse 10Καὶ σραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη, ἀνόσιε,Verse 11φησὶν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν, τούς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας στρεβλῶσαι;Verse 12Ἀνθ ὧ ταμιεύεταί σε ἡ θεια δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυεὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αιῶνα οὐκ ἀνήσουσίν σε.Verse 13Οὐκ ᾐδέσθης ἄνθρωπος ὢν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιξείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;Verse 14Ἀλλʼ οἱ μὴν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰν τὸν Θεὸν εὐσέβειαν.Verse 15Σὺ δὲ κακὸς κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆν ἀγωνιστὰν ἀναιτίως ἀποκτεῖναι.Verse 16Ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη,Verse 17οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας.Verse 18Ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεὸν, ὅπως ἵλεως γένει μου.Verse 19Σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται.Verse 20Καὶ ταῦτα κατευξάμενος, ἐαυτὸν ἔοιψεν κατὰ τῶν τηγάνων· καὶ οὕτως ἀπέδεκεν.