4 Maccabees 1 — BRE
1Verse 1ΦΙΛΟΣΟΦΩΤΑΤΟΝ λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός· συμβουλεύσαιμʼ ἂν ὑμῖν ὀρθῶς, ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ.Verse 2Καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον·Verse 3Εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας·Verse 4ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας· καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε, καὶ πόνου καὶ φόβου.Verse 5Πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει;Verse 6γελοῖον ἐπιχειροῦντες λέγειν· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης, καὶ φρονήσεως ἐναντίων· καὶ τούτων, οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλʼ ὥστε αὐτοῖς μὴ εἶξαι.Verse 7Πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμʼ ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.Verse 8Πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθείας τῶν ὑπὲρ ἀρετὴν ἀποθανόντων, Ἐλεαζάρου τε καὶ ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός.Verse 9Ἅπαντες γὰρ οὗτοι τῶν ἕως θανάτου πόνων ὑπεριδοντες, ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν ὁ λογισμός.Verse 10Τῶν μὲν οὖν ἀρετῶν, ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκᾳγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας·Verse 11τῶν δὲ τιμῶν μακαρίσαιμʼ ἄν· θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε διʼ αὐτῶν καθαρισθῆναι τὴν πατρίδα.Verse 12Ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται, ἀρξαμένων τῆς ὑποθέσεως, ὥσπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον, δόξαν διδοὺς τῷ πανσόφῳ Θεῷ.Verse 13Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν παθῶν ὁ λογισμός.Verse 14Διακρίνωμεν δὲ, τί ποτέ ἐστιν λογισμός; καὶ τί πάθος; καὶ πόσαι παθῶν ἰδέαι; καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός;Verse 15Λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦς βίου· πρωτιμῶν τὸν σοφίας λόγον.Verse 16Σοφία δὴ τοὶνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτίων.Verse 17Αὕτη δὴ τοίνυν ἐστὶν ἠ τοῦ νόμου παιδσεία· διʼ ἧς τὰ θεῖα σεμνῶς, καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν.Verse 18Τῆς δὲ σοφίας ἰδέαι καθεστᾶσιν, φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεια καὶ σωφροσύνη.Verse 19Κυριωτάτη πάντων ἡ φρόνησις· ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ.Verse 20Παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἐκάτερον καὶ περὶ τὴν ψυχὴν πέφυκεν.Verse 21Πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσὶν ἀκολουθίαι.Verse 22Πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονὴν, χαρά.Verse 23Πρὸ δὲ τοῦ πόνου ἐστὶν φόβος· μετὰ δὲ τὸν πόνον, λύπη.Verse 24Θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὃτε αὐτῷ περιέπεσεν.Verse 25Ἐν δὲ τῇ ἡδονῇ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα.Verse 26Κατὰ μὲν ψυχῆς ἀλαζονεία, καὶ φιλαργυρία, καὶ φιλοδοξία, καὶ φιλονεικία, ἀπιστία καὶ βασκανία·Verse 27κατὰ δὲ τὸ σῶμα, παντοφαγία, καὶ λαιμαργία, καὶ νομοφαγία.Verse 28Καθάπερ οὖν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πὸνου, πολλαὶ τούτων τῶν παθῶν εἰσιν παραφυάδες.Verse 29Ὧν ἕκαστος ὁ πανγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων, καὶ περιπλέκων, καὶ ἐπάρδων, καὶ πάντα τρόπον μεταχέων, ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.Verse 30Ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμῶν, τῶν δὲ παθῶν αὐτοκράτωρ. Ἐπιθεώρει γε τοίνυν πρῶτον διʼ αὐτῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός.Verse 31Σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν.Verse 32Τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαὶ, αἱ δὲ σωματικαί· καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται.Verse 33Ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τοοφὰς, ἀποτρεπόμεθα τὰς ἐξ ἑαυτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρὲξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι.Verse 34Τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων, παντοίων βρωμάτων τὼν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.Verse 35Ἀντέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα· καὶ φιλοτιμοῦνται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.