3 Maccabees 7 — BRE

7Verse 1Βασιλεὺς Πτολεμαῖος ὁ Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσι τοῖς τεταγμένοις ἐπὶ πραγμάτων, χαίρειν καὶ ἐῤῥῶσθαι.Verse 2Ἐῤῥώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύναντος ἡμῖν τοῦ μεγάλου Θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα.Verse 3Τῶν φίλων τινὲς κακοηθείᾳ πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους, συναθροίσαντας σύστημα, κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις,Verse 4προσφερόμενοι μήποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, διʼ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρις ἂν συντελεσθῇ τοῦτο.Verse 5Οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα.Verse 6Ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθʼ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν, μόγις τὸ ζῇν αὐτοῖς χαρισάμενοι, καὶ τὸν ἐπουράνιον Θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπὲρ υἱῶν διαπαντὸς ὑπερμαχοῦντα,Verse 7τήν τε τοῦ φίλου ἣν ἔχουσι πρὸς ἡμᾶς βεβαίαν καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθʼ ὁντινοῦν αἰτίας τρόπον·Verse 8καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον.Verse 9Γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως Θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπʼ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως δια παντὸς ἕξομεν· ἔῤῥωσθε.Verse 10Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον Θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ Θεοῦ τὸν νόμον, τυχεῖν διʼ αὐτῶν τῆς ὀφειλομένης κολάσεως,Verse 11προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα, μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν.Verse 12Ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ συναινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ Θεοῦ τὸν νόμον ἐξολοθρεύσωσι κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παῤῥησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας ἢ ἐπισκέψεως.Verse 13Τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς, καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ ἁλληλούϊα, μετὰ χαρᾶς ἀνέλυσαν.Verse 14Τότε τὸν ἐμπεσόντα τῶν μεμιασμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο, καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν.Verse 15Ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς τοὺς βεβήλους χειρωσάμενοι.Verse 16Αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν Θεὸν ἐσχηκότες, παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες; ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσι κατεστεμμένοι μετʼ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ παμμέλεσιν ὕμνοις εὐχαριστοῦντες τῷ Θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ἰσραήλ.Verse 17Παραγενηθέντες δὲ εἰς Πτολεμαΐδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτὰ,Verse 18ἐκεῖ ἐποίησαν πότον σωτήριον, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν.Verse 19Καταχθέντες δὲ μετʼ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κᾀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους.Verse 20Ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν.Verse 21Καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόκης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων.Verse 22Καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι, μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου Θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν.Verse 23Εὐλογητὸς ὁ ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους. Ἀμήν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?