2 Chronicles 22 — BRE
22Verse 1Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντʼ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπʼ αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμαζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.Verse 2Ὢν ἐτῶν εἴκοσι Ὀχοζίας ἐβασίλευσε, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία, θυγάτηρ Ἀμβρί.Verse 3Καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν.Verse 4Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαὰβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτὸν,Verse 5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη· καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.Verse 6Καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας. Καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠῥῥώστει.Verse 7Καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζία ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐξῆλθε μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς Ἰηοὺ υἱὸν Ναμεσσεῒ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ.Verse 8Καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰηοὺ τὸν οἶκον Ἀχαὰβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ, καὶ ἀπέκτεινεν αὐτούς.Verse 9Καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς Ἰηοὺ, καὶ ἀπέκτεινεν αὐτὸν· καὶ ἔθαψαν αὐτὸν, ὅτι εἶπαν, υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. Καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.Verse 10Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς, καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.Verse 11Καὶ ἔλαβεν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου γυνὴ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.Verse 12Καὶ ἦν μετʼ αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.