Tools
Commentary

2 Chronicles 21 — BRE

See Hebrew/Greek in BSB →

21Verse 1Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυίδ. Καὶ ἐβασίλευσεν Ἰωρὰν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.Verse 2Καὶ αὐτῷ ἀδελφοὶ υἱοὶ Ἰωσαφὰτ ἓξ, Ἀζαρίας, καὶ Ἰεϊὴλ, καὶ Ζαχαρίας, καὶ Ἀζαρίας, καὶ Μιχαὴλ, καὶ Ζαφατίας· πάντες οὗτοι υἱοὶ Ἰωσαφὰτ βασιλέως Ἰούδα.Verse 3Καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλὰ, ἀργύριον καὶ χρυσίον, καὶ ὅπλα μετὰ τῶν πόλεων τετειχισμένων ἐν Ἰούδα, καὶ τὴν βασιλείαν ἔδωκε τῷ Ἰωρὰμ, ὅτι οὗτος ὁ πρωτότοκος.Verse 4Καὶ ἀνέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐκραταιώθη, καὶ ἀπέκτεινε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ, καὶ ἀπὸ τῶν ἀρχόντων Ἰσραήλ.Verse 5Ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν, κατέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.Verse 6Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτοῦ γυνὴ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου.Verse 7Καὶ οὐκ ἐβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαυὶδ, διὰ τὴν διαθήκην ἣν διέθετο τῷ Δαυὶδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.Verse 8Ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Ἐδὼμ ἀπὸ τοῦ Ἰούδα, καὶ ἐβασίλευσαν ἐφʼ ἑαυτοὺς βασιλέα.Verse 9Καὶ ᾤχετο Ἰωρὰμ μετὰ τῶν ἀρχόντων, καὶ πᾶσα ἡ ἵππος μετʼ αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς, καὶ ἐπάταξεν Ἐδὼμ τὸν κυκλοῦντα αὐτὸν, καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.Verse 10Καὶ ἀπέστη ἀπὸ Ἰούδα Ἐδὼμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνὰ ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπε Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτοῦ.Verse 11Καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐξεπόρνευσε τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἀπεπλάνησε τὸν Ἰούδαν.Verse 12Καὶ ἦλθεν αὐτῷ ἐν γραφῇ παρὰ Ἠλιοὺ τοῦ προφήτου, λέγων, τάδε λέγει Κύριος Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἀνθʼ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα,Verse 13καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὡς ἐξεπόρνευσεν οἶκος Ἀχαὰβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,Verse 14ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου, καὶ ἐν τοῖς υἱοῖς σου, καὶ ἐν γυναιξί σου, καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου.Verse 15Καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.Verse 16Καὶ ἐπήγειρε Κύριος ἐπὶ Ἰωρὰμ τοὺς ἀλλοφύλους, καὶ τοὺς Ἄραβας, καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων.Verse 17Καὶ ἀνέβησαν ἐπὶ Ἰούδαν, καὶ κατεδυνάστευον, καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευὴν ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱὸς, ἀλλʼ ἢ Ὀχοζίας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.Verse 18Καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν ᾗ οὐκ ἔστιν ἰατρεία.Verse 19Καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας· καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ· καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν, καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.Verse 20Ἦν τριάκοντα καὶ δύο ἐτῶν ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?