Tools
Commentary

1 Samuel 4 — BRE

See Hebrew/Greek in BSB →

4Verse 1Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ Ἰσραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ· καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.Verse 2Καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.Verse 3Καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολὴν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραὴλ, κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.Verse 4Καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλὼμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ μετὰ τῆς κιβωτοῦ, Ὀφνὶ καὶ Φινεές.Verse 5Καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολὴν, καὶ ἀνέκραξεν πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.Verse 6Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι, τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν Ἑβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.Verse 7Καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι, καὶ εἶπον, οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν. Οὐαὶ ἡμῖν, ἐξελοῦ ἡμᾶς Κύριε σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην·Verse 8οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ, καὶ ἐν τῇ ἐρήμῳ.Verse 9Κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς Ἑβραίοις, καθὼς ἐδούλευσαν ἡυῖν, καὶ ἔσεσθε εἰς ἄνδρας, καὶ πολεμήσατε αὐτούς.Verse 10Καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσον ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.Verse 11Καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλὶ ἀπέθανον, Ὀφνὶ καὶ Φινεές.Verse 12Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.Verse 13Καὶ ἦλθε, καὶ ἰδοὺ Ἡλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδὸν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι· καὶ ἀνεβόησεν ἡ πόλις.Verse 14Καὶ ἤκουσεν Ἡλὶ τὴν φωνὴν τῆς βοῆς, καὶ εἶπε, τίς ἡ φωνῆ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε, καὶ ἀπήγγειλε τῷ Ἡλί.Verse 15Καὶ Ἡλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἐπέβλεπε. Καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ, τίς ἡ φωνὴ τοῦ ἤχου τούτου;Verse 16καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κᾀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον· καὶ εἶπεν Ἡλὶ, τί τὸ γεγονὸς ῥῆμα, τέκνον;Verse 17Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε, πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.Verse 18Καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι ἔτη.Verse 19Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν, καὶ ἤκουσε τὴν ἀγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπʼ αὐτὴν ὠδῖνες αὐτῆς·Verse 20Καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει· καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ, μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκασ· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησαν ἡ καρδία αὐτῆς.Verse 21Καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαιβαρχαβώθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς, καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.Verse 22Καὶ εἶπαν, ἀπῴκισται δόξα Ἰσραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?