1 Samuel 3 — BRE
3Verse 1Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.Verse 2Καὶ ἐγένετο ἐν τῇ ἡμέρα ἐκείνῃ, καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.Verse 3Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.Verse 4Καὶ ἐκάλεσε Κύριος, Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν, ἰδοὺ ἐγώ.Verse 5Καὶ ἔδραμε πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.Verse 6Καὶ προσέθετο Κύριος, καὶ ἐκάλεσε, Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε.Verse 7Καὶ Σαμουὴλ πρὶν γνῶναι Θεὸν, καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου.Verse 8Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον.Verse 9Καὶ εἶπεν, ἀνάστρεφε, κάθευδε τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου· καὶ ἐπορεύθη Σαμουὴλ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.Verse 10Καὶ ἦλθε Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπε Σαμουὴλ, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.Verse 11Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ, παντὸς ἀκούοντος αὐτὰ, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.Verse 12Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.Verse 13Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς.Verse 14Καὶ οὐδʼ οὕτως· ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ, ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.Verse 15Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν.Verse 16Καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουὴλ, Σαμουὴλ τέκνον· καὶ εἶπεν, ἰδοὺ ἐγώ.Verse 17Καὶ εἶπε, τί τὸ ῥήμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρήψῃς ἀπʼ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.Verse 18Καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπʼ αὐτοῦ· καὶ εἶπεν Ἡλὶ, Κύριος αὐτὸς, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.Verse 19Καὶ ἐμεγαλύνθη Σαμουὴλ, καὶ ἦν Κύριος μετʼ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.Verse 20Καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ Κυρίῳ.Verse 21Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλὼμε, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπʼ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων· καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορεύομενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.