1 Maccabees 13 — BRE
13Verse 1Καὶ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ ἐκ ρίψαι αὐτήν.Verse 2Καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος, καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ, καὶ ἤθροισε τὸν λαόν.Verse 3Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ εἶπεν αὐτοῖς, αὐτοὶ οἴδατε ὅσα ἐγὼ, καὶ οἱ ἀδελφοί μου, ὁ καὶ οἶκος τοῦ πατρός μου, ἐποιήσαμεν περὶ τῶν νόμων, καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους, καὶ τὰς στενοχωρίας ἃς εἴδομεν.Verse 4Τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραὴλ, καὶ κατελείφθην ἐγὼ μόνος.Verse 5Καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου.Verse 6Πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρίψαι ἡμᾶς ἔχθρας χάριν.Verse 7Καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων,Verse 8καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ, λέγοντες, σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδα, καὶ Ἰωνάθαν τοῦ ἀδελφοῦ σου.Verse 9Πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν.Verse 10Καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς, καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη Ἱερουσαλήμ, καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν.Verse 11Καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν τοῦ Ἀβεσσαλώμου καὶ μετʼ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ, καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ.Verse 12Καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωνάθαν μετʼ αὐτοῦ ἐν φυλακῇ.Verse 13Σίμων δὲ παρενέβαλεν ἐν Ἀδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου.Verse 14Καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις, λέγων,Verse 15περὶ ἀργυρίου οὗ ὤφειλεν Ἰωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν διʼ ἃς εἶχε χρείας συνέχομεν αὐτόν.Verse 16Καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν, καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν.Verse 17Καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτὸν, καὶ πέμπει τὸ ἀργύριον, καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρός τὸν λαόν,Verse 18λέγων, ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο.Verse 19Καὶ ἀπέστειλε τὰ παιδάρια, καὶ τὰ ἑκατὸν τάλαντα· καὶ διεψεύσατο, καὶ οὐκ ἀφῆκε τὸν Ἰωνάθαν.Verse 20Καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσααι εἰς τὴν χώραν, καὶ ἐκτρίψαι αὐτὴν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς Ἄδωρα· καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἂν ἐπορεύετο.Verse 21Οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν προὺς αὐτὸν διὰ τῆς ἐρήμου, καὶ· ἀποστεῖλαι αὐτοῖς τροφάς.Verse 22Καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα, καὶ ἀπῇρε, καὶ ἦλθεν εἰς τὴν Γαλααδίτιν.Verse 23Ὡς δὲ ἤγγισε τῇ Βασκαμᾷ, ἀπέκτεινε τὸν Ἰωνάθαν, καὶ ἐτάφη ἐκεῖ.Verse 24Καὶ ἐπέστρεψε Τρύφων, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.Verse 25Καὶ ἀπέστειλε Σίμων, καὶ ἔλαβε τὰ ὀστᾶ Ἰωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεῒν πόλει τῶν πατέρων αὐτοῦ.Verse 26Καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς.Verse 27Καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν.Verse 28Καὶ ἔστησεν ἐπʼ αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς.Verse 29Καὶ ταύταις ἐποίησε μηχανήματα, περιθεὶς στύλους μεγάλους, καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον, καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα, εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν.Verse 30Οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεῒν, ἕως τῆς ἡμέρας ταύτης.Verse 31Ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου, καὶ ἀπέκτεινεν αὐτὸν,Verse 32καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, καὶ περιέθετο διάδημα τῆς Ἀσίας, καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς.Verse 33Καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς Ἰουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς, καὶ τείχεσι μεγάλοις, καὶ πύλαις, καὶ μοχλοῖς, καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι.Verse 34Καὶ ἐπέλεξε Σίμων ἄνδρας, καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί.Verse 35Καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους· καὶ ἀπεκρίθη αὐτῷ, καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην·Verse 36Βασιλεὺς Δημήτριος Σίμονι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων, καὶ πρεσβυτέροις, καὶ ἔθνει Ἰουδαίων χαίρειν.Verse 37Τὸν στέφανον τὸν χρυσοῦν, καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε, κεκομίσμεθα, καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην, καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα.Verse 38Καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς ἔστηκε, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήκατε ὑπαρχέτω ὑμῖν.Verse 39Ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας, καὶ τὸν στέφανον ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ἱερουσαλήμ, μηκέτι τελωνείσθω.Verse 40Καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη.Verse 41Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ἰσραήλ.Verse 42Καὶ ἤρξατο ὁ λαὸς Ἰσραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν, ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ἰουδαίων.Verse 43Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαν, καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς, καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει, καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο.Verse 44Καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει.Verse 45Καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διεῤῥηχότες τὰ ἱμάτια αὐτῶν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι,Verse 46καὶ εἶπον, μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου.Verse 47Καὶ συνελύθη Σίμων αὐτοῖς, καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴς ὑμνῶν καὶ εὐλογῶν.Verse 48Καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν, καὶ κατῴκισεν ἐκεῖ ἄνδρας οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν, καὶ ᾠκοδόμησεν ἑαυτῷ ἑν αὐτῇ οἴκησιν.Verse 49Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ἱερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν, καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ.Verse 50Καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς, καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν, καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων.Verse 51Καὶ εἰσῆλθεν εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων, καὶ ἐν κινύραις, καὶ ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν ὕμνοις, καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ἰσραήλ.Verse 52Καὶ ἔστησε κατʼ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετʼ εὐφροσύνης· καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν, καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρʼ αὐτοῦ.Verse 53Καὶ εἶδε Σίμων τὸν Ἰωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν, καὶ ᾤκει ἐν Γαζάροις.