1 Maccabees 12 — BRE

12Verse 1Καὶ εἶδεν Ἰωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας, καὶ ἀπέστειλεν εἰς Ῥώμην, στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν.Verse 2Καὶ πρὸς Σπαρτιάτας, καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά.Verse 3Καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ εἶπον, Ἰωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ἰουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς, καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.Verse 4Καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετʼ εἰρήνης.Verse 5Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ἰωνάθαν τοῖς Σπαρτιάταις·Verse 6Ἰωνάθαν ἀρχιερεὺς, καὶ ἡ γερουσία τοῦ ἔθνους, καὶ οἱ ἱερεῖς, καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων, Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.Verse 7Ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν, ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται.Verse 8Καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως, καὶ ἔλαβε τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.Verse 9Καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν,Verse 10ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι, πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφʼ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.Verse 11Ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμων, ἐφʼ ὧν προσφέρομεν θυσιῶν, καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν.Verse 12Εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.Verse 13Ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις, καὶ πόλεμοι πολλοὶ, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.Verse 14Καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν, καὶ τοῖς λοιποῖς συμμάχοις, καὶ φίλοις ἡμῶν, ἐν τοῖς πολέμοις τούτοις.Verse 15Ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν, καὶ ἐῤῥύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.Verse 16Ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσωνος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνενεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν.Verse 17Ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι, καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.Verse 18Καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.Verse 19Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλεν. ὈνιάρηςVerse 20βασιλεὺς Σπαρτιατῶν Ὀνίᾳ ἱερεῖ μεγάλῳ χαίρειν.Verse 21Εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων ὅτι εἰσὶν ἀδελφοὶ, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἁβραάμ.Verse 22Καὶ νῦν ἀφʼ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν.Verse 23Καὶ ἡμεῖς δὲ ἁντιγράφομεν ὑμῖν, τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα.Verse 24Καὶ ἤκουσεν Ἰωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.Verse 25Καὶ ἀπῇρεν ἐξ Ἱερουσαλὴμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.Verse 26Καὶ ἀπέστειλε κατασκόπους εἰς τὴς παρεμβολὴν αὐτῶν, καὶ ἀπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα.Verse 27Ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταζεν Ἰωνάθαν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν, καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις, καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον διʼ ὅλης τῆς νυκτὸς, καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς.Verse 28Καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωνάθαν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.Verse 29Ἰωνάθαν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωῒ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα.Verse 30Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτῶν, καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν.Verse 31Καὶ ἐξέκλινεν Ἰωνάθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβεδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.Verse 32Καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.Verse 33Καὶ Σίμων ἐξῆλθε, καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τῶν πλησίων ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς Ἰόππην, καὶ προκατελάβετο αὐτήν.Verse 34Ἤκουσε γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουρὰν, ὅπως φυλάσσωσιν αὐτήν.Verse 35Καὶ ἐπέστρεψεν Ἰωνάθαν, καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀξυρώματα ἐν τῇ Ἰουδαίᾳ,Verse 36καὶ προσυψῶσαι τὰ τείχη Ἱερουσαλὴμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀναμέσον τῆς ἄκρας καὶ τῆς πόλεως, εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι.Verse 37Καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάῤῥου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά.Verse 38καὶ Σίμων ᾠκοδόμησε τὴν Ἀδιδὰ ἐν τῇ Σεφήλᾳ, καὶ ὠχύρωσε θύρας καὶ μοχλούς.Verse 39Καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς Ἀσίας, καὶ περιθέσθαι τὸ διάδημα, καὶ ἐκτεῖναι χεῖρα ἐπὶ Ἀντίοχον τὸν βασιλέα.Verse 40Καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωνάθαν, καὶ μήποτε πολεμήσῃ πρὸς αὐτὸν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν Ἰωνάθαν τοῦ ἀπολυσαι αὐτὸν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν.Verse 41Καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βαιθσάν.Verse 42Καὶ εἶδε Τρύφων ὅτι πάρεστιν Ἰωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν εὐλαβήθη.Verse 43Καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ.Verse 44Καὶ εἶπε τῷ Ἰωνάθαν, ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν;Verse 45Καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χειρῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι, τούτου γὰρ χάριν πάρειμι.Verse 46Καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα.Verse 47Κατέλιπε δὲ μεθʼ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ.Verse 48Ὡς δὲ εἰσῆλθεν Ἰωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας, καὶ συνέλαβον αὐτὸν, καὶ πάντας τοὺς εἰσελθόντας μετʼ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ.Verse 49Καὶ ἀπέστειλε Τρύφων δυνάμεις, καὶ ἵππον εἰς τὴν Γαλιλαίαν, καὶ τὸ πεδίον τὸ μέγα, τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθαν.Verse 50Καὶ ἐπέγνωσαν ὅτι συνελήφθη Ἰωνάθαν καὶ ἀπόλωλε, καὶ οἱ μετʼ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς, καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.Verse 51Καὶ ἴδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν.Verse 52Καὶ ἦλθον πάντες μετʼ εἰρήνης εἰς γῆν Ἰούδα, καὶ ἐπένθησαν τὸν Ἰωνάθαν, καὶ τοὺς μετʼ αὐτοῦ, καὶ ἐφοβήθησαν σφόδρα, καὶ ἐπένθησε τᾶς Ἰσραὴλ πένθος μέγα.Verse 53Καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς· εἶπαν γάρ, οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς, καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?