See Hebrew/Greek in BSB →
Teach Sound Doctrine
2Verse 1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ·Verse 2πρεσβύταςνηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·Verse 3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους,μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,Verse 4ἵνασωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,Verse 5σώφρονας, ἁγνάς,οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται·Verse 6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·Verse 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν,Verse 8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχωνπερὶἡμῶν λέγειν φαῦλον.Verse 9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,Verse 10μὴ νοσφιζομένους, ἀλλὰπίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαντοῦ σωτῆροςἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.Verse 11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦἡ σωτήριος πᾶσιν ἀνθρώποις,Verse 12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,Verse 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶνἸησοῦ Χριστοῦ,Verse 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.Verse 15Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.