Romans 15 — TCG
Please Your Neighbors, Not Yourselves
15Verse 1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.Verse 2+Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.Verse 3Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε+ἐπέπεσον ἐπ᾽ ἐμέ.Verse 4Ὅσα γὰρ προεγράφη,+εἰς τὴν ἡμετέραν διδασκαλίαν+προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ+διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.Verse 5Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν·Verse 6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.Receive One Another
Verse 7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο+ὑμᾶς, εἰς δόξαν+Θεοῦ.Verse 8Λέγω+δέ,+Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων·Verse 9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν+ἔθνεσι,
καὶ τῷ ὀνόματί σου ψαλῶ.Verse 10Καὶ πάλιν λέγει,
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.Verse 11Καὶ πάλιν,
Αἰνεῖτε+τὸν Κύριον πάντα τὰ ἔθνη,
καὶ+ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.Verse 12Καὶ πάλιν Ἠσαΐας λέγει,
Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·
ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.Verse 13Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.
Paul's Ministry to the Gentiles
Verse 14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης+γνώσεως, δυνάμενοι καὶ+ἄλλους νουθετεῖν.Verse 15+Τολμηρότερον δὲ ἔγραψα ὑμῖν,+ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι+ὑπὸ τοῦ Θεοῦ,Verse 16εἰς τὸ εἶναί με λειτουργὸν+Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.Verse 17Ἔχω οὖν+καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς+τὸν Θεόν.Verse 18Οὐ γὰρ τολμήσω+λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,Verse 19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος+Θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ·Verse 20οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ·Verse 21ἀλλά, καθὼς γέγραπται,+Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·
καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.