Romans 10 — TCG See Hebrew/Greek in BSB → 10Verse 1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις+ἡ πρὸς τὸν Θεὸν ὑπὲρ+τοῦ Ἰσραήλ+ἐστιν εἰς σωτηρίαν.Verse 2Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.Verse 3Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν+δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.Verse 4Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.Salvation for All Who BelieveVerse 5+Μωϋσῆς γὰρ γράφει+τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας+αὐτὰ ἄνθρωπος ζήσεται ἐν+αὐτοῖς.Verse 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν—Verse 7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.Verse 8Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·Verse 9ὅτι ἐὰν ὁμολογήσῃς+ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·Verse 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.Verse 11Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.Verse 12Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.Verse 13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.Verse 14Πῶς οὖν+ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ+πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ+ἀκούσουσι χωρὶς κηρύσσοντος;Verse 15Πῶς δὲ+κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι;+Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες+τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων+τὰ ἀγαθά.Verse 16Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;Verse 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος+Θεοῦ.Verse 18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Verse 19Ἀλλὰ λέγω, μὴ+οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος+Μωϋσῆς λέγει,Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,+ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.Verse 20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,Εὑρέθην+τοῖς ἐμὲ μὴ ζητοῦσιν,ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.Verse 21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Chapter 9 Chapter 11
Romans 10 — TCG
See Hebrew/Greek in BSB →
Salvation for All Who Believe
Verse 5+Μωϋσῆς γὰρ γράφει+τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας+αὐτὰ ἄνθρωπος ζήσεται ἐν+αὐτοῖς.Verse 6Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν—Verse 7ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.Verse 8Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·Verse 9ὅτι ἐὰν ὁμολογήσῃς+ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·Verse 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.Verse 11Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.Verse 12Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.Verse 13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.Verse 14Πῶς οὖν+ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ+πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ+ἀκούσουσι χωρὶς κηρύσσοντος;Verse 15Πῶς δὲ+κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι;+Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες+τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων+τὰ ἀγαθά.Verse 16Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;Verse 17Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος+Θεοῦ.Verse 18Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε·Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Verse 19Ἀλλὰ λέγω, μὴ+οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος+Μωϋσῆς λέγει,
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει,
+ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.Verse 20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
Εὑρέθην+τοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.Verse 21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.