Revelation 8 — TCG See Hebrew/Greek in BSB → The Seventh Seal8Verse 1Καὶ+ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς+ἡμιώριον.Verse 2Καὶ+εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.Verse 3Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ+τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα+δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.Verse 4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.Verse 5Καὶ εἴληφεν ὁ ἄγγελος+τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο+βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.The Seven TrumpetsVerse 6Καὶ οἱ ἑπτὰ ἄγγελοι+οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν+ἑαυτοὺς ἵνα σαλπίσωσι.Verse 7Καὶ ὁ+πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ+μεμιγμένα+ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν·+καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.Verse 8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα+καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,Verse 9καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων+ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων+διεφθάρη.Verse 10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς+τῶν ὑδάτων.Verse 11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται+ὁ Ἄψινθος, καὶ+ἐγένετο τὸ τρίτον+τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ+τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.Verse 12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ+τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.Verse 13Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς+ἀετοῦ+πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ+μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ+τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν. Chapter 7 Chapter 9
Revelation 8 — TCG
See Hebrew/Greek in BSB →
The Seventh Seal
8Verse 1Καὶ+ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς+ἡμιώριον.Verse 2Καὶ+εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.Verse 3Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ+τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα+δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.Verse 4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.Verse 5Καὶ εἴληφεν ὁ ἄγγελος+τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο+βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.The Seven Trumpets
Verse 6Καὶ οἱ ἑπτὰ ἄγγελοι+οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν+ἑαυτοὺς ἵνα σαλπίσωσι.Verse 7Καὶ ὁ+πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ+μεμιγμένα+ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν·+καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.Verse 8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα+καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,Verse 9καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων+ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων+διεφθάρη.Verse 10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς+τῶν ὑδάτων.Verse 11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται+ὁ Ἄψινθος, καὶ+ἐγένετο τὸ τρίτον+τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ+τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.Verse 12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ+τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.Verse 13Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς+ἀετοῦ+πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ+μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ+τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.