See Hebrew/Greek in BSB →
The River of Life and the Tree of Life
22Verse 1Καὶ ἔδειξέ μοιποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡςκρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίουVerse 2ἐν μέσῳ τῆς πλατείας αὐτῆς. Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰμῆναἀποδιδοὺς ἕκαστον τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.Verse 3Καὶ πᾶνκατάθεμα οὐκ ἔσταιἔτι. Καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦλατρεύσουσιν αὐτῷVerse 4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.Verse 5Καὶ νὺξ οὐκἔσται, καὶοὐ χρείαλύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸςφωτιεῖαὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.I Am Coming Quickly
Verse 6Καὶλέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶΚύριος ὁ Θεὸς τῶνπνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦδεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.Verse 7Καὶ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.Verse 8Κἀγὼ Ἰωάννης ὁἀκούων καὶ βλέπων ταῦτα. Καὶ ὅτε ἤκουσα καὶὅτε εἶδον,ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦδεικνύοντός μοι ταῦτα.Verse 9Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλόςσού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶνκαὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.Verse 10Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου,ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.Verse 11Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιοςδικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.Verse 12Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳὡς τὸ ἔργον ἔσται αὐτοῦ.Verse 13Ἐγὼ τὸἌλφα καὶ τὸ Ὦ,ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.Verse 14Μακάριοι οἱποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.Verse 15Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶπᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.Verse 16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸγένοςΔαυίδ,ὁ ἀστὴρ ὁλαμπρὸς ὁ πρωϊνός.Verse 17Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν,Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω,Ἔρχου. Καὶ ὁ διψῶνἐρχέσθω·ὁ θέλωνλαβέτω ὕδωρ ζωῆς δωρεάν.Verse 18Μαρτυρῶ ἐγὼ παντὶτῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τιςἐπιθῇ ἐπ᾽ αὐτά,ἐπιθήσαιὁ Θεὸς ἐπ᾽ αὐτὸν τὰςπληγὰς τὰς γεγραμμένας ἐντῷ βιβλίῳ τούτῳ·Verse 19καὶ ἐάν τιςἀφέλῃ ἀπὸ τῶν λόγωντοῦ βιβλίου τῆς προφητείας ταύτης,ἀφέλοι ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸτοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας,τῶν γεγραμμένων ἐντῷ βιβλίῳ τούτῳ.Verse 20Λέγει ὁ μαρτυρῶν ταῦτα,Ναί, ἔρχομαι ταχύ.Ἀμήν.Ναί, ἔρχου, ΚύριεἸησοῦ.Verse 21Ἡ χάρις τοῦ ΚυρίουἸησοῦ Χριστοῦ μετὰπάντων τῶν ἁγίων.Ἀμήν.